# Commentarius in Isaiam 1.37

Eusebius, Commentarius in Isaiam, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarius-in-isaiam/1.37

Καὶ ταῦτα τοῖς τὰ πρῶτα κατηγορηθεῖσιν ἁρμόζει· οἱ γὰρ αὐτοὶ τὸν ὑγιῆ διαστρέφοντες λόγον καὶ τὸ φῶς τοῦ σωτηρίου εὐαγγελίου βλασφημοῦντες, πικρούς τε εἶναι τοὺς γλυκεῖς καὶ τροφίμους τοῦ σωτῆρος ἡμῶν λόγους ἡγούμενοι, ἀνάπαλιν τούτοις τοὺς μοχθηροὺς καὶ πονηροὺς λογισμοὺς ὡς ἀγαθοὺς ἀπεδέχοντο. καὶ τὸ σκότος τῆς πλάνης τὸ συνέχον αὐτῶν τὰς ψυχὰς ἐν χώρᾳ φωτὸς ἐτίθεντο, τῆς τε κακίας τὴν πικρίαν καὶ δηλητήριον φύσιν, ὥσπερ τινὰ γλυκεῖαν ἡδονὴν μετεδίωκον. ἴδοις δ’ ἂν εἰσέτι καὶ νῦν τοιούτους τοὺς τῶν Ἰουδαίων παῖδας τὴν μὲν ἀλήθειαν τοῦ εὐαγγελίου ἀποστρεφομένους, τοὺς δὲ γραώδεις μύθους καὶ τὸ τῆς ἀγνοίας σκότος μεταδιώκοντας. ταύτῃ δὲ τῇ προαιρέσει ἠρνήσαντο μὲν τὸν Χριστὸν τοῦ θεοῦ, ᾐτήσαντο δὲ τὸν Βαραββᾶν, μετὰ λῃστῶν καὶ κακούργων τὴν αὐτῶν θέμενοι μερίδα. ἀλλὰ καὶ ἀθέοις καὶ ἀσεβέσιν ἔθνεσιν συναγελαζόμενοι, τοὺς μὲν εἰδωλολάτρας ἀποδέχονται, τὸν δὲ σώφρονα καὶ σεμνὸν τοῦ Χριστοῦ λαὸν ἀποστρέφονται καὶ διώκουσιν.

---

Eusebius Caesariensis, Commentarius in Isaiam, ed. Joseph Ziegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg019.local001/.
