# Commentarius in Isaiam 1.40

Eusebius, Commentarius in Isaiam, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarius-in-isaiam/1.40

Πολεμικὴν παράταξιν καὶ ἔφοδον ἐθνῶν ὑπογράφει κατὰ τοῦ μὴ παραδεξαμένου τὸν καινὸν νόμον καὶ τὸν λόγον τοῦ κυρίου σαβαὼθ λαοῦ, παρίστησίν τε πόθεν τὰ ὄρη παρωξύνθη, μᾶλλον δὲ κατὰ τὸν Ἀκύλαν ἐκλονήθη, ἐταράχθη δὲ κατὰ τὸν Σύμμαχον. πόθεν δὲ τὰ θνησιμαῖα αὐτῶν ἐγενήθη ὡς κοπρία ἐν μέσῳ ὁδοῦ διδάσκων, ὡς πάντα αὐτὰ αὐτοῖς συμβέβηκεν ἐκ τῆς τῶν πολεμίων ἐφόδου, ἣν οὐκ ἐξ ἑαυτῶν ἐποιήσαντο, θεὸς δὲ ἦγεν αὐτοὺς μονονουχὶ σύρων καὶ ἕλκων ἐπὶ τὴν τῶν κατηγορηθέντων πολιορκίαν. Τοῦτο γὰρ σημαίνει φάσκων ὁ λόγος· τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοὺς ἀπ’ ἄκρου τῆς γῆς. σημαίνει δὲ διὰ τούτων τὸ Ῥωμαϊκὸν στρατόπεδον ἀπὸ τῶν δυτικῶν μερῶν ὁρμῆσαν κατὰ τῆς Ἰερουσαλήμ. εἴ ποτε γοῦν Βαβυλωνίους ἢ Ἀσσυρίους βούλεται λέγειν, ὀνομαστὶ τούτων μνημονεύειν εἴωθεν ἢ τοὺς ἀπὸ βορρᾶ καλεῖ διὰ τὸ ἐν τοῖς βορειοτέροις τῆς Ἰουδαίων χώρας οἰκεῖν, νυνὶ δὲ ὥσπερ ἐν ἱστορίᾳ τῆς Ῥωμαϊκῆς παρατάξεως τὸ πλῆθος ἔθνη καλεῖ μακρὰν ἀφεστῶτα καὶ ἐν ἄκροις τῆς γῆς οἰκοῦντα. εἶτα διαγράφει θυμοὺς πολεμικῶν ἀνδρῶν, ἐμφαντικῶς τε παρίστησιν δοράτων καὶ ξιφῶν καὶ τῶν λοιπῶν πολεμικῶν ὅπλων, ἵππων τε πρὸς τούτοις καὶ ἁρμάτων παρασκευήν. οἷς ἐπιλέγει περὶ μὲν τῶν πολιορκητῶν· ὁρμῶσιν ὡς λέοντες καὶ παρεστήκασιν ὡς σκύμνοι λέοντος· καὶ ἐπιλήψεται καὶ βοήσει ὡς φωνὴ θαλάσσης κυμαινούσης. ἔνθα προσήκει ἐπιστῆσαι τὸν νοῦν, ὡς τὸ πλῆθος τῶν πολεμίων φωνῇ θαλάσσης κυμαινούσης ἐξομοιοῖ, ἵν’ εἴ ποτε λέγοιτό τινα τοιαῦτα ὡς περὶ θαλάσσης ἔχοιμεν, ἐντεῦθεν τῆς θεωρίας τὴν μαρτυρίαν ἐκλαμβάνειν. ταῦτα μὲν οὖν εἴρηται περὶ τῶν πολιορκητῶν, περὶ δὲ τῶν πολιορκηθησομένων· καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν. καὶ τοῦτο τέλος τῆς κατὰ Ὀζίαν τὸν βασιλέα προφητείας ἀρξαμένης μὲν ἀπὸ τοῦ· Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν, διαρκεσάσης δὲ μέχρι τῆς παρούσης περικοπῆς, δι’ ἧς ὁ τελευταῖος κατ’ αὐτῶν πόλεμος ἠπείληται καὶ τὸ ἐπελθὸν σκότος τοῖς παροξύνασιν τὸ λόγιον κυρίου καὶ μὴ θελήσασιν τὸν νόμον τῆς καινῆς αὐτοῦ διαθήκης παραδέξασθαι. τὰ δ’ ἑξῆς τούτοις ἐπιφερόμενα μετὰ τὴν τελευτὴν Ὀζίου τοῦ βασιλέως θεωρεῖται ἐπὶ τῶν χρόνων Ἰωαθάμ· οὗτος γὰρ τὴν τοῦ Ὀζίου βασιλείαν διαδέχεσθαι ἱστορεῖται.

---

Eusebius Caesariensis, Commentarius in Isaiam, ed. Joseph Ziegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg019.local001/.
