Ancient Greek · ~45 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.54a.1
Not analysed yet
Σημαίνει διὰ τούτων ὡς πρὸς τὴν πρόχειρον λέξιν τὴν ἐν τῷ εὐαγγελίῳ τοῦ σωτῆρος ἡμῶν πρᾶξιν, ἐν ᾗ ποτὲ μὲν ἀπὸ πέντε ἄρτων πλῆθος ἀνδρῶν ὡς πεντακισχιλίων ἐθρέψατο ἐν τῇ δηλουμένῃ χώρᾳ, ποτὲ δὲ ἐξ ἑπτὰ τετρακισχιλίους ἄνδρας χωρὶς παιδίων καὶ γυναικῶν. διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· εὐφροσύνην εὐφρανθήσονται ἐνώπιόν σου ὡς εὐφροσύνην ἐν θερισμῷ· οὕτω γοῦν οἱ ἐν θερισμῷ τρεφόμενοι ἠθροισμένως καὶ κατὰ τὸ αὐτὸ συμποσιάζειν εἰώθασιν. καὶ κατὰ διάνοιαν δὲ οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν καὶ οἱ τούτων διάδοχοι, οἵ τε εἰς δεῦρο τῶν ἐκκλησιῶν αὐτοῦ προεστῶτες τῆς ἐνθέου εὐφροσύνης μετελάμβανον ἐνώπιον τοῦ σωτῆρος αὐτῶν δίκην ἀμώντων ἐργαζόμενοι· ἐπείπερ ἐργάται ἦσαν τοῦ θερισμοῦ τῶν ἐθνῶν, ὡς ἐδήλου λέγων αὐτός· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. ὀλίγοι γὰρ ὡς ἀληθῶς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι καὶ οἱ τῶν ἐκκλησιῶν αὐτοῦ, ὃν δὴ τρόπον καθηγούμενοι ὡς πρὸς μέγαν καὶ πολὺν τῶν ἐθνῶν θερισμόν. οἱ δὲ αὐτοὶ οὗτοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης τὰ σκῦλα εἰς ἑαυτοὺς διῃροῦντο, ἅπερ αὐτοῖς εἰς προνομὴν δέδωκεν αὐτὸς ὁ σωτήρ. διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὠνόμαζεν τό· Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· τὴν γὰρ πλάνην τῆς εἰδωλολατρίας καθελὼν τὸ τηνικαῦτα τὰς πάλαι σκυλευθείσας ὑπ’ αὐτοῦ τῶν ἀνθρώπων ψυχὰς ἐλευθέρας καταστησάμενος τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, τοῖς τε τούτων διαδόχοις διένειμεν εἰς τὸ προνοεῖν αὐτῶν καὶ θεραπεύειν. οἱ δὲ ὑποδεξάμενοι δίκην τῶν εὐφραινομένων ἐν ἀμήτῳ καὶ ὃν τρόπον διαιρούμενοι δίκην τῶν εὐφραινομένων ἐν σκύλοις ἔχαιρον ἐμπιπλάμενοι εὐφροσύνης ἐπὶ τῷ πλήθει τῶν καθ’ ἑκάστην ἐκκλησίαν ληΐων. Καὶ διότι ἀφῄρηται ὁ ζυγὸς ὁ πάλαι τοῖς σκύλοις ἐπικείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῶν αὐτῶν σκύλων· ζυγὸς γὰρ ἦν βαρὺς ταῖς τῷ διαβόλῳ δεδουλωμέναις ψυχαῖς ἐπικείμενος καὶ ἡ ῥάβδος θανατικὴ τὸν τράχηλον αὐτῶν κάμπτουσα καὶ κάτω νεύειν ποιοῦσα, ὧν ἀφῃρημένων εἰκότως ἔχαιρον οἱ διαιρούμενοι τὰ σκῦλα ταῦτα. πῶς δὲ ὁ ζυγὸς ἤρθη ἐξ αὐτῶν καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν κειμένη, διασαφεῖ λέγων ἑξῆς· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν. ἀντὶ δὲ τοῦ· τῶν ἀπαιτούντων, ὁ μὲν Ἀκύλας οὕτως ἡρμήνευσεν εἰπών· τὸν ζυγὸν βαστάγματος αὐτοῦ καὶ τὴν ῥάβδον ὤμου αὐτοῦ, σκῆπτρον τοῦ πράσσοντος, ὁ δὲ Σύμμαχος· ζυγός φησι τοῦ βαστάγματος αὐτοῦ καὶ ἡ ῥάβδος τοῦ ὤμου αὐτοῦ, ῥάβδος τοῦ ἀπαιτοῦντος ἡττήθη, καὶ ὁ Θεοδοτίων ὁμοίως τοῦ ἀπαιτοῦντος ἡρμήνευσεν, ἑνικῶς τὸν ἀπαιτοῦντα καὶ τὸν ἐκπράσσοντα σημάνας, δηλονότι τὸν διάβολον, ὃς ἐκπράσσων διετέλει τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ φόρους ὥσπερ ἀπαιτῶν τὰς χορηγουμένας αὐτῷ ἁμαρτίας. ἀλλὰ ταύτην καὶ τὴν ῥάβδον τοῦ ἀπαιτοῦντος καὶ τὸν ζυγὸν τὸν βαρὺν διεσκόρπισεν ὁ γυμνώσας αὐτόν, ἐπεὶ δὲ εἰκὸς ἦν καὶ ἑτέρους πολλοὺς συνεργεῖν τῷ διαβόλῳ καὶ τούτων αὐτῶν τῶν αὐτῷ ἀπαιτούντων· πολλοὶ γὰρ ἦσαν οἱ ἐκπράσσοντες τὸ γένος τῶν ἀνθρώπων. τὸν ζυγὸν καὶ τὴν ῥάβδον ἀφεῖλεν καὶ ταῦτα κατ’ αὐτῶν ἔπραξεν ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. κεῖται δὲ ἡ ἱστορία ἐν τοῖς Κριταῖς περιέχουσα ὡς ἐπὶ τοῦ Γεδεὼν οὐχ ὅπλοις νενίκηντο οἱ πολέμιοι, ἀλλὰ ἀοράτῳ καὶ θεϊκῇ δυνάμει. οὕτως οὖν ὡς ἐπὶ τῆς Μαδιὰμ ἐνικήθησαν οἱ πολέμιοι χειρὶ κρυφαίᾳ, καὶ νῦν φησι διεσκεδάσθαι τὴν ῥάβδον τοῦ ἀπαιτοῦντος διαβόλου καὶ τῶν σὺν αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐκπρασσόντων. Οἱ καὶ ἡττηθέντες πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν· ἐπειδὴ γὰρ τὸν κόσμον τῆς ψυχῆς καὶ τὴν στολὴν αὐτῆς, τόν τε τῆς ἀρετῆς χιτῶνα, ὃν περιεβάλλετο συλήσας ὁ διάβολος, ὅτε αὐτὴν ἐπεῖχεν ὑποχείριον γυμνὴν αὐτὴν καὶ αἰσχρὰν καταστήσας, αἵ τε σὺν αὐτῷ δυνάμεις ἀντικείμεναι εἰσέπραττον αὐτὴν δόλῳ κατ’ αὐτῆς χρώμεναι. πάντας εἰκότως ἀποτίσειν λέγεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος φήσαντος· ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν. οἱ αὐτοὶ δὲ οὗτοι οἱ πάλαι τὰς τῶν ἀνθρώπων ψυχὰς ἐκπράσσοντες μέλλοντες πάντα ἀποτιννύειν ἐν τῷ δηλουμένῳ καιρῷ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι μᾶλλον ἢ τὸν σωτῆρα τῶν ὅλων ἐν ἀνθρώποις ἐπιδημοῦντα θεᾶσθαι. Τίς δ’ οὖν οὗτος, ἑξῆς παρίστησι λέγων· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος. ὁ δ’ αὐτὸς ἦν οὗτος ὁ λεγόμενος υἱὸς καὶ ὁ παῖς καὶ ὁ Ἐμμανουήλ, τοῦτο τρίτον ἐν τῇ αὐτῇ προφητείᾳ καὶ υἱὸς καὶ παιδίον χρηματίσας. τὸ μὲν πρῶτον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, οἷς ἐπῆγε· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν. τὸ δὲ δεύτερον· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν, οἷς ἐπῆγε· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα. τὸ δὲ τρίτον διὰ τοῦ μετὰ χεῖρα φάσκοντος λόγου· ὅτι παιδίον ἐγεννήθη ἡμῖν. τοῦτο τοιγαροῦν τὸ παιδίον καὶ οὗτος ὁ υἱὸς ὁ ἡμῖν τοῖς εἰς αὐτὸν πεπιστευκόσι δῶρον παρὰ τοῦ θεοῦ δοθεὶς πολυώνυμός τις ὢν ἐπὶ τοῦ παρόντος. κέκληται δὲ Μεγάλης βουλῆς ἄγγελος. καὶ εἴη τοῦτο μέτριον τοὔνομα καίτοι πᾶσαν οὐ θνητὴν μόνον ὑπεραῖρον φύσιν, ἀλλὰ καὶ ἀγγελικήν· οὐ γὰρ ἁπλῶς ἄγγελον αὐτὸν προσεῖπεν, ἀλλὰ Μεγάλης βουλῆς ἄγγελον. τίς δ’ ἂν γένοιτο ἡ μεγάλη βουλὴ καὶ τίνος ἢ ἡ τοῦ μεγάλου θεοῦ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεώς τε καὶ σωτηρίας, ἧς αὐτὸς ἄγγελος παρῆν ὁ σωτὴρ ἡμῶν τῇ τοῦ πατρὸς φιλανθρώπῳ βουλῇ διακονησόμενος; κατὰ γὰρ τὴν Ἑβραίων γραφὴν μείζοσιν ἢ κατ’ ἄγγελον τετίμηται προσηγορίαις, φέρειν δὲ λέγεται τὴν ἀρχὴν ἐπὶ τοῦ ὤμου αὐτοῦ. ἀρχὴ γὰρ τοῦ προφητευομένου παιδίου, τοῦτ’ ἔστιν ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, ἥ τε κατὰ πάντων ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ ἐστιν, δηλαδὴ ἐπὶ τοῦ βραχίονος τῆς ἐν αὐτῷ θεότητος οὕτως νοουμένης, δι’ ἣν θεότητα Μεγάλης βουλῆς ἄγγελος ὠνόμασται ὡς ἂν μόνος τὰ ἀπόρρητα τῆς πατρικῆς ἐπιστάμενος βουλῆς καὶ ταύτης ἄγγελος τοῖς ἀξίοις γεγονώς. καὶ μειζόνως δὲ ἢ κατ’ ἄγγελον προσηγορίᾳ ἠξιῶσθαι αὐτὸν ἔφαμεν κατὰ τὴν τῶν Ἑβραίων ἀνάγνωσιν, ἣν ὁ μὲν Σύμμαχος τοῦτον ἡρμήνευσεν τὸν τρόπον· καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμός, βουλευτικὸς καὶ ἰσχυρὸς δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, ὁ δὲ Ἀκύλας· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ φησι θαυμαστός, σύμβουλος, ἰσχυρός, δυνατός, πατὴρ ἔτι, ἄρχων εἰρήνης, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ θαυμαστός, συμβουλεύων, ἰσχυρός, δυνάστης, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης. ἡ δὲ Ἑβραϊκὴ φωνὴ ἀντὶ τοῦ· ἰσχυρός, ἢλ περιέχει, δι’ οὗ σημαίνεται ὁ θεός. πολλαχοῦ γὰρ τῆς γραφῆς τοῦ ἢλ ἐπὶ τοῦ θεοῦ κειμένου καὶ ἐν τοῖς μετὰ χεῖρας ὁμοίως παρείληπται, ὥστε διὰ ταύτης τῆς φωνῆς καὶ θεὸς ἀναγορεύεσθαι τὸ γεννηθὲν ἡμῖν παιδίον. εἰ τοίνυν καὶ ἐν τῇ προκειμένῃ προφητείᾳ τῆς περὶ τοῦ γεννηθέντος ἡμῖν παιδίου καὶ τοῦ δοθέντος ἡμῖν υἱοῦ μετὰ τῶν ἄλλων ὀνομάτων καὶ ἢλ κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ὠνόμασται, δῆλον ὡς καὶ θεὸν αὐτὸν ἡ προφητεία γνωρίζει, ὥστε εἰ λέγοιτο κατὰ τὴν Ἑβραίων γλῶτταν ἢλ γιββώρ. ὁ μὲν Ἀκύλας ἰσχυρός, δυνατὸς ἡρμήνευσε καὶ ὁ Σύμμαχος ὁμοίως καὶ ὁ Θεοδοτίων ἰσχυρός, δυνάστης φύλαξ, ἐν οἷς ὡς εἰκὸς ἐπὶ παιδίου γεννωμένου τὸ τοῦ θεοῦ ἐντάξαι ὄνομα. ἡμεῖς δὲ οὐκ ἂν ἁμάρτοιμεν θεὸν δυνατὸν ἑρμηνεύσαντες, ἐπειδὴ τὸ ἢλ ἐπιδέδεικται ἡμῖν μεταβαλλόμενον εἰς τὸ ὁ θεός. οὕτως δὲ καλεῖν αὐτὸν θαρροῦμεν. καὶ τὸ ἢλ γιββὼρ ἰσχυρὸς δυνατὸς ἡρμήνευσεν ἡ Ἑβραίων γλῶττα καὶ ὁ Ἐμμανουὴλ καὶ τὸ ἢλ τῇ ἑαυτοῦ προσηγορίᾳ συμπεριλαμβάνων προσθήκην εἴληφεν τῇ μεθ’ ἡμῶν ὁ θεός. αἱ δὲ τοιαῦται προσηγορίαι τοῦ δηλωθέντος παιδὸς τὴν κρείττονα τῆς ὑπὲρ ἄνθρωπον φύσιν αὐτοῦ παριστῶσιν. ἔνθεν οἶμαι τοὺς Ἑβδομήκοντα ὑπειδομένους τὸ ἐξαίσιον καὶ ὑπερβάλλον μέγεθος τῆς τῶν τοιούτων προσηγοριῶν ταῦτα μὲν ἀποσιωπῆσαι, οἰκείᾳ δέ τινι διανοίᾳ καὶ ἑτέρῳ τρόπῳ κεφαλαιωδῶς εἰπεῖν· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος. ὅπως δὲ εἴρηται πατὴρ τοῦ μέλλοντος αἰῶνος, νοήσομεν παραθέντες τὸν Ἀδὰμ πατέρα γενόμενον τοῦ ἐνεστῶτος αἰῶνος καὶ τοῦ θνητοῦ τῶν ἀνθρώπων γένους. ἀλλ’ ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν κατὰ τὸν Ἀπόστολον, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα. ἐπεὶ τοίνυν τοῦ νέου αἰῶνος ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος, τούτου χάριν πατὴρ τοῦ μέλλοντος αἰῶνος ἂν εἴρηται καὶ πάλιν εἰρήνης ἄρχων· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, εἰρηνοποιήσας τὰ περὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὸν κόσμον τῷ ἑαυτοῦ καταλλάξας πατρί. τούτοις ἑξῆς εἴρηται· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῶν. ποίους δὲ ἄρχοντας ἢ τοὺς σὺν αὐτῷ ἄρχειν τῆς ἐκκλησίας αὐτοῦ καθισταμένους; λέγω δὲ μαθητὰς αὐτοῦ καὶ ἀποστόλους, τούς τε τὴν τούτων διαδοχὴν καθ’ ὅλης ὑποδεξαμένους τῆς οἰκουμένης, οἷς ψυχῆς ὑγείαν καὶ εἰρήνην ἔχειν πρὸς ἀλλήλους ἐδωρεῖτο, ἐν οἷς πρὸς αὐτοὺς ἔλεγεν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Καὶ ἐπιλέγει· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· ἐπλήσθη γὰρ ἡ παιδεία αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἢ οὐκ ἔστιν τέλος κατὰ τὸν Ἀκύλαν, ἢ οὐκ ἔστι πέρας κατὰ τὸν Θεοδοτίωνα. μεγάλην δὲ ἀρχὴν αὐτοῦ νοήσεις τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίαν αὐτοῦ θεωρῶν. καὶ ἔτι μᾶλλον ἐπιστήσας ταῖς τοῦ ἱεροῦ Ἀποστόλου περὶ αὐτοῦ μαρτυρίαις, δι’ ὧν φησι· κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου. οὕτως οὖν μεγάλη ἡ τοῦ σωτῆρος ἡμῶν ἀρχή. καὶ πάλιν καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι τέλος· ἀτελεύτητος γὰρ καὶ ἀγήρως καὶ ἀπερίγραφος αὕτη τυγχάνει, διὸ λέλεκται· ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης . τοσαῦτα εἰπὼν περὶ τοῦ γεννηθέντος παιδίου ἔτι καὶ ταῦτα περὶ αὐτοῦ προστίθησιν· ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν. τήρει δὲ ἀκριβῶς ὅπως οὐκ εἴρηται καθεσθήσεσθαι ἐπὶ τὸν θρόνον Δαυίδ, ἀλλ’ ἁπλῶς ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν, ἡμῶν προσυπακουόντων τὸ ἥξειν αὐτὸν ἐπὶ τῷ κατορθῶσαι τὸν θρόνον Δαυὶδ καὶ τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν· ἐπειδὴ γὰρ κατέστραπτο καὶ καθῄρητο ἡ βασιλεία Δαυὶδ ἀπὸ τῶν χρόνων τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ, ἦσαν δὲ προφητεῖαι θεσπίζουσαι τὸν θρόνον τοῦ Δαυὶδ διαλάμψειν φωτὸς ἡλιακοῦ δίκην καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης. ταύτην αὐτὴν ἐλήλυθεν τὴν ἐπαγγελίαν πληρώσας ἐκ σπέρματος μὲν Δαυὶδ κατὰ σάρκα γεννώμενος, καταλάμπων δὲ τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ τὴν βασιλείαν αὐτοῦ κρατύνων διὰ πάντων τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν· ἐν τούτοις γὰρ τὸν θρόνον Δαυὶδ διωρθώσατο, οὐχ ὅπλοις καὶ δόρασιν, ἀλλ’ ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ. καὶ τοῦτ’ ἔπραξεν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα, τοῦ μὲν ἀπὸ τοῦ νῦν χρόνου ἀρχὴν σημαίνοντος ὡρισμένην, δι’ ἧς ὁ καιρὸς ἐδηλοῦτο τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ, τοῦ δὲ εἰς τὸν αἰῶνα τὴν ἄπειρον καὶ διαρκῆ βασιλείαν αὐτοῦ παριστῶντος. τηρητέον δὲ ὡς ἡ μὲν πρώτη περὶ τοῦ προφητευομένου πρόρρησις ἐκ παρθένου τεχθήσεσθαι αὐτὸν ἐδήλου, ἡ δὲ δευτέρα ὡσανεὶ ζητουμένου πῶς ἔσται τοῦτο τὸν κύριον εἰσῆγεν λέγοντα· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν, ἡ δὲ τρίτη οὐκέτι μνημονεύει κυήσεως παρθενικῆς οὐδὲ τοῦ τρόπου τῆς κατὰ θεὸν παραδόξου συλλήψεως. ἅτε δὴ προμεμαθηκότων ἡμῶν ταῦτα περὶ τοῦ παιδὸς αὐτοῦ διεξέρχεται παιδεύων ἡμᾶς τὰ ἀπόρρητα τῆς περὶ αὐτοῦ θεολογίας, ταῦτα δὲ πάντα περὶ τοῦ τυχόντος παιδίου λέγεται. οὐκ οἶδα πῶς συστήσαιεν οἱ ἐκ περιτομῆς μὴ βουλόμενοι παραδέξασθαι τὸν ἡμέτερον σωτῆρα, ᾧ τὰ ἔργα μαρτυρεῖ καὶ τῶν πραγμάτων ἡ ἔκβασις τοὺς λόγους ἐπισφραγίζεται. ὁ ζῆλος κυρίου σαβαὼθ ποιήσει ταῦτα· ποῖος ζῆλος ἢ ὃν ἐζήλωσεν ἀγαθὸν καὶ αὐτῷ πρέποντα εἰς τὸ σῶσαι πάντας τοὺς ὑπὸ τοῦ διαβόλου καταδυναστευθέντας καὶ εἰς ἀθεότητα κατασυρέντας;