Ancient Greek · ~12 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.56.1
Not analysed yet
Ἀντὶ τοῦ· καὶ ἀφεῖλε κύριος ἀπὸ Ἰσραήλ, ὁ μὲν Ἀκύλας καὶ ὀλοθρεύσει κύριος, ὁ δὲ Σύμμαχος καὶ ἐξολοθρεύσει κύριος, ὁ δὲ Θεοδοτίων καὶ ἀφελεῖ μελλητικῶς εἰρήκασιν, ὡς μέλλοντος ταῦτα ποιήσειν τοῦ θεοῦ, ἃ πρὶν γενέσθαι προέλεγεν, ἐπιστρέφων εἰς μετάνοιαν τοὺς ἀκροωμένους, ὡς ἂν μὴ πάθοιεν τὰ ἀπειλούμενα. ἐν ἡμέρᾳ δὲ μιᾷ φησι πάντα ποιήσειν τὰ προλεχθέντα σαφῆ τυγχάνοντα· τοῦτ’ ἔστιν ὑφ’ ἕνα καὶ τὸν αὐτὸν καιρόν. κεφαλὴν δὲ καὶ οὐρὰν εἰπὼν ᾐνίξατο ζῷον ἄλογον· οὐ γὰρ ἀνθρώπου ἴδιον, ἀλλὰ ζῴων ἀλόγων τὸ οὐρὰν ἔχειν, οἷς τὸν λαὸν ἀφωμοίωσεν, ἢ κεφαλὴν καὶ οὐρὰν τὸν λογικὸν καὶ τὸν ἄλογον ἢ τὸν ἄρχοντα καὶ τὸν τῶν ἀρχομένων ἔσχατον, ὃ δὴ καὶ διεσάφησεν εἰπών· μέγαν καὶ μικρόν. ἀντὶ δέ· καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, ὁ Σύμμαχος καὶ αἰδέσιμον ἡρμήνευσεν. καὶ οὗτος οὖν ὁ αἰδέσιμος καὶ ὁ πρεσβύτης δύναται εἶναι ἡ κεφαλή, ἡ δὲ οὐρὰ ὁ διδάσκων ἄνομα προφήτης, ὃς ὡσανεὶ ἀλόγου ζῴου ἔσχατον ὑπάρχων μέλος. ἀφαιρεθήσεσθαι τούτους καὶ ἐξολοθρευθήσεσθαι ὑφ’ ἕνα καιρὸν ὁ λόγος ἀπειλεῖ. τοὺς δὲ ἄλλως λέγοντας παρὰ ταῦτα καὶ μακαρίζοντας τὸν λαὸν ψευδοπροφήτας ὑπάρχοντας πλάνους εἶναί φησι πλανῶντας, ὅπως καταπίωσιν αὐτούς, ἐξ αὐτῶν κέρδη εἰς αὐτοὺς ἀποφερόμενοι. Οὗ χάριν ἐπιτίθησιν αὐτοῖς τὰς οὕτως ἐχούσας ἀπειλάς· διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται κύριος καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει καὶ τὰ ἑξῆς. ταῦτα ὡς ἀγαθὸς ψυχῶν γεωργὸς ὁ θεὸς ποιήσειν ἀπειλεῖ, ἵνα ἡ ἐν αὐτοῖς ἀνομία ἀφανισθῇ δίκην ὑλομανοῦς βοτάνης ὑπὸ πυρὸς ἀναλισκομένης, ὃ δὴ σημαίνει λέγων· καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ὡς ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. κατὰ ταῦτα γάρ φησι τὰ παραδείγματα μετελθοῦσα τοὺς προλεχθέντας ἡ ὀργὴ τοῦ θεοῦ μεγάλην ἐν αὐτοῖς ἀπεργάσεται σύγχυσιν, ὡς ἐπαναστῆναι ἀδελφὸν ἀδελφῷ καὶ μηδένα τοῦ πέλας φείσασθαι, πάντας δὲ ἀλλήλοις χρήσασθαι ὡς ἐχθροῖς ὡς πολεμίοις, εἰς τοσοῦτον δὲ ἐλάσειν ἀναφλεγομένην ἐν αὐτοῖς τὴν πρὸς ἀλλήλους στάσιν, καὶ τὸν ἐμφύλιον πόλεμον, ὡς καὶ τὰς δύο φυλάς, τὴν τοῦ Ἐφραὶμ καὶ τοῦ Μανασσῆ, ἐξ ἑνὸς πατρὸς γενομένας τοῦ Ἰωσήφ, καὶ ὑπὸ τὴν αὐτὴν ὄντας βασιλείαν, μίαν τε καὶ τὴν αὐτὴν πόλιν τὴν Σαμάρειαν οἰκοῦντας ἀλλήλοις ἐπαναστῆναι καὶ τοὺς ἀλλήλων βραχίονας καταφαγεῖν, μηκέτι σχολάζοντας τῷ κατὰ τοῦ Ἰούδα πολέμῳ μηδὲ τῇ πολιορκίᾳ τῆς Ἰερουσαλήμ, καθ’ ἑαυτῶν δὲ ἀκονήσαντας τὰ ἑαυτῶν ξίφη ἑαυτοὺς διαχειρίσασθαι. καὶ ταῦτα δὲ ἔσται αὐτοῖς ἀπὸ τῆς ὀργῆς τοῦ θεοῦ μηδὲ μέχρι τούτων στησομένης, ἀλλὰ καὶ ἕτερα πρὸς τούτοις μελλούσης αὐτοῖς ἐπαγαγεῖν, ὥσπερ δὲ ἐπὶ τοῦ ὄφεως καὶ τῆς γυναικὸς ἠπείλει ὁ θεὸς ἔχθραν θήσειν ἀνὰ μέσον αὐτῆς καὶ αὐτοῦ, ἐπὶ καλῷ δὲ καὶ συμφέροντι γενησομένης τῆς ἔχθρας. οὕτω καὶ νῦν τὴν ἐπὶ κακῷ συμφωνίαν τῶν κατηγορουμένων ὑπὸ τῆς προφητείας διασκεδάσειν ὁ θεὸς ἐπαγγέλλεται, οἷς παραπλησίως καὶ ἐν Εὐαγγελίοις ὁ σωτὴρ ἀναγέγραπται λέγων· Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν ἀλλὰ μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς.