# Commentarius in Isaiam 1.57

Eusebius, Commentarius in Isaiam, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarius-in-isaiam/1.57

Τοῦ καλουμένου μὲν Ἰσραήλ, λέγω δὲ τοῦ Ἰουδαίων λαοῦ τοῦ ἐν Σαμαρείᾳ βασιλευομένου, καὶ ταῦτα πρὸς τοῖς προτέροις ὁ παρὼν λόγος κατηγορεῖ, φάσκων αὐτοὺς πρὸς ἔριν καὶ φιλονεικίαν τῶν τὰς ἀληθεῖς προφητείας τοῦ θεοῦ γραφόντων ψευδοπροφητείας συντάττειν. ἦσαν οὖν ψευδοπροφῆται πλεῖστοι, ὅσοι ἐν τῷ Ἰσραὴλ ἐναντία φθεγγόμενοι καὶ ἐναντία γράφοντες τοῖς ἀληθέσι τοῦ θεοῦ προφήταις. οἱ δ’ αὐτοὶ καὶ συγγραφὰς ἐποιοῦντο παρανόμους καὶ πάσης πονηρίας μεστάς. τῇ θείᾳ τοῦ νόμου γραφῇ προσέχειν καὶ κατ’ αὐτὴν κρίνειν, οἱ δὲ ὥσπερ ἐναντίους συντάττοντες νόμους πένητας οἰκτροὺς κατεδυνάστευον, βιαζόμενοί τε ἐπλεονέκτουν ἀπειροτάτους τε ὀρφανοὺς καὶ χήρας. τοιούτους δ’ ἂν εἴποις καὶ τοὺς διὰ μοχθηρῶν συγγραμμάτων εἰσέτι καὶ νῦν διαστρέφοντας τῶν ἀκεραιοτέρων τὰς ψυχάς, οἷς ὁ προφητικὸς ἀπειλεῖ λόγος φάσκων· καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; καθ’ ἣν ἡ θλῖψις καὶ ἡ κατ’ αὐτῶν ὀργὴ πόρρωθεν ἥξει· μακρὰν γὰρ οὖσαν αὐτὴν διὰ τὸ ἀπελαύνεσθαι ἐξ ἐμοῦ τοῦ θεοῦ. ὑμεῖς, ὦ οὗτοι, πρὸς οὓς ταῦτα λέγεται, ὥσπερ βιαζόμενοι καθ’ ἑαυτῶν αὐτὴν ἐπισπᾶσθε, ἧς ἐπελθούσης πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; Εἶτα συνήθως ἐπιλέγει· ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργὴ αὐτοῦ, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή· ἐπιμένοντες γὰρ τοῖς αὐτοῖς ἀτοπήμασι τῶν διὰ τοῦ λόγου κατηγορουμένων, ἀκόλουθον ἦν καὶ τὴν κατ’ αὐτῶν παράμονον γίγνεσθαι ὀργήν. καὶ δὴ μέχρι τούτων ἔστησε τὰς κατὰ τοῦ λαοῦ κατηγορίας, μεθ’ ἣν ἀκολούθως τοῖς διὰ τῆς προφητείας ἠπειλημένοις, οὐκ εἰς μακρὸν πόρρωθεν ἐπιστάντες Ἀσσύριοι πολιορκοῦσι τὴν Σαμάρειαν καὶ πᾶσαν τὴν χώραν αὐτῶν δῃοῦσιν, ὅλας τε ἐννέα φυλὰς τοῦ Ἰουδαίων ἔθνους αἰχμαλώτους εἰς τὴν Ἀσσυρίων ἀπάγουσι. καὶ τοῦτο πράττουσιν ἐπὶ Ἑζεκίου βασιλέως Ἰερουσαλήμ, καθ’ ὃν ἡ ἐν Σαμαρείᾳ συνεστῶσα τοῦ Ἰσραὴλ βασιλεία εἰς τὸ παντελὲς κατελύθη, ἧς παυσαμένης δύο ἥμισυ φυλαὶ τοῦ ἔθνους μόναι περιελείφθησαν ὑπὸ τοῖς διαδόχοις Δαυὶδ βασιλευόμεναι ἐν Ἰερουσαλήμ. διὸ μέχρι τούτου στήσας ὁ λόγος τὴν περὶ τοῦ Ἰσραὴλ προφητείαν μεταβαίνει λοιπὸν ἐπ’ αὐτοὺς τοὺς Ἀσσυρίους τὰ μέλλοντα καὶ αὐτοῖς συμβήσεσθαι θεσπίζων διὰ τῶν ἐπιφερομένων.

---

Eusebius Caesariensis, Commentarius in Isaiam, ed. Joseph Ziegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg019.local001/.
