# Commentarius in Isaiam 1.76.1

Eusebius, Commentarius in Isaiam, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarius-in-isaiam/1.76.1

Κατὰ τοὺς ἀποδοθέντας χρόνους τῆς ἀφίξεως τοῦ κυρίου τῆς εἰς Αἴγυπτον οὐκέτ’ ἔσεσθαι φρόνημα τοῖς Αἰγυπτίοις ἀνδρικόν, γυναικῶν δὲ δίκην ἐν τρόμῳ καὶ ἐν φόβῳ διάξειν αὐτοὺς τὸν βίον διὰ τὴν ἐπαναστᾶσαν αὐτοῖς χεῖρα τοῦ θεοῦ θεσπίζει. χεὶρ δὲ κυρίου τίς ἂν νοηθείη ἑτέρα οὖσα παρὰ τὴν λεγομένην δεξιὰν αὐτοῦ, ἀλλ’ ἢ ἡ Ῥωμαϊκὴ δύναμις ἡ καθυποτάξασα τοὺς Αἰγυπτίους καὶ ὑποχειρίους ποιησαμένη διὰ τὴν τοῦ κυρίου παρουσίαν; οὕτω γάρ ποτε καὶ ὁ διάβολος πρὸς τὸν θεὸν ἀναγέγραπται εἰρηκὼς περὶ τοῦ Ἰώβ· ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· εἰ μὴν εἰς πρόσωπόν σου εὐλογήσει σε. ἡ τοίνυν διακονησαμένη τῷ βουλήματι τοῦ θεοῦ εἰς τὸ χειρώσασθαι τὴν Αἰγυπτίων ἀρχὴν δύναμις αὐτὴ δὲ ἦν, ἣ τοῦ Ῥωμαϊκοῦ στρατοῦ χεὶρ ὠνόμασται. ὅπως δὲ γυναικῶν δίκην μετὰ φόβου καὶ ἀγωνίας Ῥωμαίοις δουλεύουσιν Αἰγύπτιοι, οὐδὲν δεῖ λέγειν. ἀλλὰ καὶ ἡ χώρα τῶν Ἰουδαίων γέγονε τοῖς τὴν παρουσίαν τοῦ κυρίου παραδεδεγμένοις Αἰγυπτίοις εἰς φόβητρον· χώραν δὲ Ἰουδαίων οὐκ ἂν ἁμάρτοις τὴν θείαν εἰπὼν γραφήν, ἣν δι’ ὑπερβολὴν εὐλαβείας καὶ πίστεως οἱ τὸν κύριον ἐπεγνωκότες μετὰ φόβου καὶ τρόμου καὶ εὐλαβείας προσίενται, οὐκέθ’ ὡς τὸ πρὶν βλασφημοῦντες αὐτήν, ἀλλὰ τιμῶντες καὶ σέβοντες διὰ τὸν ἐν αὐτῇ κηρυττόμενον κύριον. διὸ πᾶς ὁ ὀνομάζων αὐτὴν αὐτοῖς φόβον θεοῦ ἐμποιεῖ αὐτοῖς· ἀρχὴ δὲ σοφίας φόβος κυρίου. Κατὰ δὲ τὸν αὐτὸν χρόνον, καθ’ ὃν ταῦτ’ ἔσεσθαι προφητεύεται, πέντε πόλεις ἐν Αἰγύπτῳ συστήσεσθαί φησιν ὁ λόγος, οὐ τῇ Αἰγυπτίων γλώττῃ ἀλλὰ τῇ Χανανίτιδι χρωμένας καὶ ὀμνυούσας, οὐ τοὺς πατρῴους θεούς, οὓς ἐνόμιζον πάλαι πρότερον, ἀλλ’ ἐν τῷ ὀνόματι κυρίου σαβαὼθ τοῦ παρὰ Ἰουδαίοις γνωριζομένου θεοῦ. οὗτος δὲ ἦν ὁ ἐπὶ νεφέλης κούφης ἐπιδημήσας αὐτοῖς. θαυμάσαι δέ ἐστιν ἐπακούοντα Αἰγυπτίων καλούντων τῇ Ἑβραϊκῇ φωνῇ, ἣν αὐτοὶ Αἰγύπτιοι Χανανῖτιν γλῶτταν ὠνόμαζον· ἐπειδὰν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ Ἑβραϊκῶν φωνῶν μνημονεύωσιν, οἷον τοῦ ἁληλουϊὰ καὶ τοῦ ἀμὴν καὶ τοῦ σαβαὼθ καὶ τῶν ἄλλων τῶν ἐν τῇ θείᾳ φερομένων γραφῇ. ὡς δὲ καὶ τὸν κύριον ἐπόμνυνται ὅρκιον αὐτοῦ ποιούμενοι τοὔνομα καὶ τῶν πατρῴων θεῶν τὸν παρὰ Ἰουδαίοις μόνοις γνωριζόμενον κύριον σαβαὼθ προτιμῶντες, οὐδὲν δεῖ λέγειν τῆς ἀληθείας αὐτῆς τὴν προφητικὴν ἐπισφραγιζομένης φωνήν. εἰ δὲ πέντε λέγονται πόλεις αἱ θεσπιζόμεναι, ἀλλ’ οὐ χρὴ ἀγνοεῖν, ὡς αἱ πέντε μία τυγχάνουσι. διὸ καὶ ἓν ὄνομα κατὰ πασῶν ἐπιλέγεται τὸ Ἀσεδέκ, ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν ἡλίου· τίνα οὖν εἴποις ἂν ταύτην εἶναι ἢ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, κατὰ μὲν τοὺς Ἑβδομήκοντα καλουμένην Ἀσεδέκ, ὃ δὴ σημαίνει δικαιοσύνης, κατὰ δὲ τὸν Σύμμαχον ἡλίου, περὶ οὗ λέλεκται· τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, κατὰ δὲ τὸ ἀκριβὲς τῆς Ἑβραϊκῆς λέξεως ἡ Ἀρεόπολις λέλεκται. ὅπερ οὕτως ἂν ἑρμηνευθείη· πόλις τῆς γῆς κληθήσεται ἡ μία πόλις· αὕτη γὰρ μόνη καθ’ ὅλης τῆς γῆς ἵδρυται τῷ θεῷ πόλις, ὡς εἰρῆσθαι περὶ αὐτῆς· δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ. πέντε δὲ πόλεις τοῦ θεοῦ ἐν τῇ ἐκκλησίᾳ εἶεν ἂν αἱ διάφοροι πολιτεῖαι εἰς πέντε τάγματα διῃρημέναι· εἰ γοῦν τις ἀριθμήσειε τὸ πρῶτον τῶν προέδρων τάγμα καὶ τὸ δεύτερον τῶν πρεσβυτέρων τό τε τῶν διακόνων τρίτον καὶ τῶν ἐν Χριστῷ πεφωτισμένων τέταρτον καὶ ἐπὶ τούτοις τὸ τῶν ἐν εἰσαγωγῇ τυγχανόντων, εἴσεται ὡς πέντε τάγματα ταῦτα πολιτεύεται ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· διὸ πέντε πόλεις ὑπὸ μίαν εἴρηνται λαλοῦσαι τῇ γλώσσῃ τῇ πάλαι νομιζομένῃ παρ’ Αἰγυπτίοις Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου σαβαώθ. τὸ δὲ θαῦμα τοῦ λόγου ἴδοι ἄν τις ἐπιστήσας, ὅπως Αἰγύπτιοι οἱ πάλαι δεισιδαιμονέστατοι καὶ Ἰουδαίων μὲν ὄντες ἐκ τοῦ παντὸς μισηταί, τὸν δὲ θεὸν τὸν παρ’ αὐτοῖς βλασφημεῖν εἰωθότες, οὗτοι ταῖς Ἰουδαϊκαῖς χρώμενοι γραφαῖς τοῦ παρὰ Ἰουδαίοις χρηματίζοντος κυρίου σαβαὼθ τὸν φόβον ἀνειλήφασιν, ὡς τὸ ὄνομα αὐτοῦ ὅρκον ἑαυτοῖς τίθεσθαι. ἡλίου δὲ καὶ φωτὸς πόλιν εἰκότως τὴν ἐκκλησίαν ὠνόμασε διὰ τὸν Χριστὸν τοῦ θεοῦ φῶς ὄντα τὸ φωτίζον πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· πόλις ἡλίου κληθήσεται ἡ μία πόλις.

---

Eusebius Caesariensis, Commentarius in Isaiam, ed. Joseph Ziegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg019.local001/.
