# Commentarius in Isaiam 1.77.1

Eusebius, Commentarius in Isaiam, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarius-in-isaiam/1.77.1

Προφητεύσας ὁ λόγος περὶ πόλεως θεοῦ ἐν Αἰγύπτῳ συστησομένης καὶ τῶν ἐν τῇ πόλει διαφόρων ταγμάτων, ἀκολούθως θυσιαστηρίου ἐν τῇ πόλει τοῦ θεοῦ γενησομένου μνημονεύει καὶ τοῦτο ἔσεσθαι παραδόξως· τῶν γὰρ πάλαι παρ’ Αἰγυπτίοις νομιζομένων θεῶν ἀπολωλότων καὶ τοῦ ποταμοῦ αὐτῶν ἐκλελοιπότος καὶ τῶν ἀρχόντων Τάνεως καὶ Μέμφεως ἀπομωρανθέντων, τῶν τε προκαταλεχθέντων ἁπάντων ἐπὶ πέρας ἀχθέντων τῷ παρὰ Ἰουδαίοις νομιζομένῳ κυρίῳ θυσιαστήριόν φησι συστήσεσθαι. ὃ δὴ καὶ ἡ τῶν πραγμάτων ἔκβασις ὀφθαλμοῖς ἡμῖν αὐτοῖς δείκνυσιν, ὡς μηκέτ’ εἰς μέλλοντα καιρὸν προσδοκᾶν τοῦ λόγου τὸ ἀποτέλεσμα. ὡς δὲ μία πίστις καὶ ἓν βάπτισμα καὶ μία ἐκκλησία εἴρηται, οὕτω καὶ θυσιαστήριον ἓν τὰ καθ’ ὅλης τῆς Αἰγύπτου εἰρημένα ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ θυσιαστήρια τυγχάνει, καὶ μία δὲ στήλη εὐαγγελικὴ γραφὴ σὺν τῷ θυσιαστηρίῳ ἐν τῇ δηλωθείσῃ πόλει συνέστη, διορίζουσα τοὺς ἀπίστους τῶν Αἰγυπτίων καὶ ἀφορίζουσα αὐτοὺς τῶν πιστῶν. διὸ εἴρηται· καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς· ἡ μὲν οὖν ἀνωτέρω φόβητρον τοῖς Αἰγυπτίοις ἔσεσθαι λεγομένη χώρα τῶν Ἰουδαίων τὴν Ἰουδαϊκὴν ᾐνίττετο γραφὴν καὶ τὸν τῆς παλαιᾶς διαθήκης λόγον, ἡ δὲ τῷ Χριστοῦ θυσιαστηρίῳ συνεζευγμένη στήλη τὸ τῆς καινῆς διαθήκης εἴη ἂν εὐαγγέλιον, διορίζον τοὺς εἰς τὸν Χριστὸν πιστεύσαντας τῶν Αἰγυπτίων ἀπὸ τῶν ἀπίστων. Πρὸς τούτοις ἔσται φησὶν εἰς σημεῖον εἰς τὸν αἰῶνα κύριος ἐν χώρᾳ Αἰγύπτου. διὸ τῷ σημείῳ τούτῳ κατασφραγίζεσθαι μεμαθηκότες οἱ τὸν κύριον παραδεδεγμένοι Αἰγύπτιοι φυλακτηρίῳ τούτῳ κέχρηνται, ὥστε ἐν ταῖς θλίψεσιν αὐτῷ σημείῳ βοηθῷ χρωμένους ἀναβοᾶν καὶ ἐπικαλεῖσθαι τὸν κύριον διὰ τοὺς θλίβοντας αὐτούς· τίνες δ’ ἦσαν οὗτοι, ἀλλ’ ἢ οἱ ἐναπομείναντες ἐν τῇ ἀπιστίᾳ Αἰγύπτιοι, περὶ ὧν κατ’ ἀρχὰς ἐλέγετο τῆς προφητείας· καὶ ἐπαναστήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. τούτων δὲ θλιβόντων καὶ διωκόντων τοὺς τῷ θεῷ προσφεύγοντας οἱ μὲν θλιβόμενοι βοήσουσι πρὸς κύριον, ὁ δὲ τὸν Χριστὸν αὐτοῦ παραχρῆμα παρίστησιν αὐτοῖς σωτῆρα, διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· καὶ ἀποστελεῖ αὐτοῖς σωτῆρα καὶ ὑπερμαχήσει αὐτῶν, λευκότατα Ἰησοῦν τὸν σωτῆρα ἡμῶν· τοῦτο γὰρ ἑρμηνεύει τοὔνομα θεσπίζοντος τοῦ λόγου. ἀντὶ δὲ τοῦ· καὶ σώσει αὐτούς, κρίνων σώσει αὐτούς, ὁ Σύμμαχος καὶ ὑπερμαχήσει αὐτῶν καὶ ἐξελεῖται αὐτοὺς εἴρηκε. τίς δὲ αὐτοὺς ἐξελεῖται ἢ ὁ ἀποστελλόμενος βοηθῆσαι τοῖς δι’ αὐτὸν θλιβομένοις σωτήρ; κρίνων δὲ σώσει αὐτούς, εἰ εὕροι ἀξίους σωτηρίας ἀοράτῳ χειρὶ καὶ διακρίσει τοὺς θλίβοντας μετερχόμενος. Τούτῳ γοῦν μάλιστα τῷ τρόπῳ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δῆλον δ’ ὅτι ἐν τῷ τῆς θλίψεως αὐτῶν καιρῷ. εἶτ’ εὐχάριστοι εἶναι μεμαθηκότες ἀποδώσουσιν αὐτῷ τὰς θυσίας, ἅτε δὴ ἐσχηκότες παρ’ ἑαυτοῖς θυσιαστήριον καὶ ἱερᾶσθαι τῷ θεῷ κατηξιωμένοι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ προσοίσουσι θυσίαν καὶ προσφοράν. ἔνθα δὴ ἐπιστῆσαι τὸν νοῦν ἀναγκαῖον ὡς καινοῦ νόμου καὶ καινῆς διαθήκης εἰσαγωγὴν ὁ λόγος παρίστησι· τοῦ γὰρ Μωσέως νόμου διαγορεύσαντος μὴ ἐκτὸς τῆς Ἰερουσαλὴμ ἑστάναι θυσιαστήριον μηδ’ ἑτέρας φυλῆς ἢ μόνης τῆς Λευιτικῆς ἱερᾶσθαι τῷ θεῷ, ἡ προφητεία ἐν Αἰγύπτῳ ἵστησι τῷ θεῷ θυσιαστήριον καὶ ἱερεῖς τὸ γένος Αἰγυπτίους τῷ τῶν προφητῶν κυρίῳ θυσίας καὶ προσφορὰς ἀνοίσειν θεσπίζει. φησὶ δέ που ὁ θεῖος Ἀπόστολος· μετατιθεμένης δὲ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίγνεται. τούτοις ἑξῆς ἐπιφέρει· καὶ εὔξονται, δῆλον δ’ ὅτι οἱ Αἰγύπτιοι, εὐχὴν τῷ κυρίῳ καὶ ἀποδώσουσιν· ἐπαγγελλόμενοι γὰρ ἐν ταῖς εὐχαῖς καὶ τὰς πρεπούσας τῷ θεῷ ἐπαγγελίας οὐ παραβήσονται, διὸ μέχρι θανάτου τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ὑπομένουσιν. Εἶτ’ ἐπιλέγεται· καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς κύριον· ἐπεὶ γὰρ ὃν ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται, εἰκότως καὶ τοὺς Αἰγυπτίους πατάσσει ἀγαπῶν, ἐπειδὰν ἐν χρείᾳ γένωνται παιδείας καὶ ἐπιστροφῆς ἀλλ’ οὐκ εἰς μακρόν· μηδὲν δὲ ὑπερθέμενος ἰᾶται αὐτοὺς ἰάσει. Κατὰ δὲ τὴν αὐτὴν ἡμέραν, τοῦτ’ ἔστι κατὰ τὸν δηλούμενον χρόνον, ἔσται φησὶν ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. Ἀσσυρίους δ’ ἐνταῦθα οἶμαι καλεῖν τὴν γραφὴν τοὺς νῦν καλουμένους Σύρους· καὶ τὸ παλαιὸν δὲ οἱ τὴν Συρίαν καὶ τὴν Μεσοποταμίαν οἰκοῦντες Ἀσσύριοι ἐχρημάτιζον. ἐχθροὶ δὲ ἦσαν οἱ Αἰγύπτιοι καὶ Ἀσσύριοι καὶ πολέμιοι διετέλουν ὄντες ἐκ τοῦ παντός, νῦν δ’ ὁ παρὼν λόγος κοινωνίαν αὐτοῖς καὶ ἐπιμιξίαν θεσπίζει, ὅπερ οὐδ’ ἄλλοτε γέγονε πώποτε· πρὸ γὰρ τῆς Ῥωμαίων ἀρχῆς ἰδιάζοντας εἶχον βασιλέας οἵ τε Αἰγύπτιοι καὶ οἱ Ἀσσύριοι. καὶ Αἰγύπτιοι μὲν τοὺς Πτολεμαίους, Σύροι δὲ τοὺς ἀπὸ Ἀντιόχου καὶ Δημητρίου· ὧν μέση κειμένη ἡ Ἰουδαία ἰδίως καὶ αὐτὴ ὑπὸ οἰκείοις ἄρχουσιν ἐκυβερνᾶτο. μεμεσολαβημένον δὲ τὸ Ἰουδαίων ἔθνος, ποτὲ μὲν ὑπὸ Σύρων ἐπολεμεῖτο, ποτὲ δὲ ὑπὸ τῶν Πτολεμαίων. ἀλλὰ καὶ Αἰγυπτίοις ἐτύγχανον οἱ Σύροι πολέμιοι, Αἰγύπτιοί τε τοῖς Σύροις διεμάχοντο ὡς ἄμικτα εἶναι αὐτοῖς καὶ ἀδιάβατα τὰ τῆς πρὸς ἀλλήλους πορείας. τοιαῦτα μὲν οὖν ἐτύγχανον τὰ παλαιά, μετὰ δὲ τὴν ἄφιξιν τοῦ κυρίου τὴν εἰς Αἴγυπτον εἰρήνην βαθυτάτην, κοινωνίαν τε καὶ ἐπιμιξίαν ὁ παρὼν λόγος αὐτοῖς εὐαγγελίζεται λέγων· ἔσται ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους, καὶ ἐλεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. καὶ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις εὐλογημένος. ὁμοῦ δὴ οὖν συνάγει τοὺς πάλαι ἐχθροὺς καὶ πολεμίους, λέγω δὲ Σύρους καὶ Αἰγυπτίους καὶ τὸν Ἰσραήλ, μιᾶς τε εὐλογίας τῆς παρὰ τοῦ θεοῦ τεύξεσθαι αὐτούς φησιν· ὡς μηκέτι μέγα φρονεῖν τὸν Ἰσραὴλ μηδὲ κατεπαίρεσθαι τῶν ἄλλων, ὡς μόνον ὄντα εὐλογημένον καὶ ὡς μόνον ὑπάρχοντα λαὸν τοῦ θεοῦ. πλὴν ἀλλὰ καὶ οὕτως ἔχοντας δουλεύσειν τοῖς Ἀσσυρίοις, λέγω δὴ τοῖς Σύροις, τοὺς Αἰγυπτίους ἡ προφητεία διδάσκει. τίς οὖν ὀφθαλμοῖς θεωρῶν στρατόπεδα Ῥωμαϊκὰ Σύρων ἀνδρῶν κατὰ κεφαλῆς τῶν Αἰγυπτίων ἐγκαθήμενα, Αἰγυπτίους τε τούτοις δουλεύοντας, οὐκ ἂν ἐκπλαγείη τὴν τῆς προφητείας ἔκβασιν; τίς δ’ οὐ θαυμάσεται ὁρῶν Αἰγυπτίους ἀδεῶς ἐπὶ τὴν Σύρων διαβαίνοντας χώραν, Σύρους τε ἀκωλύτως ἐπιβαίνοντας τοῖς Αἰγυπτίοις, δυνάμει τε ἀρχοντικῆς ἐξουσίας καταδουλουμένους αὐτούς; τὸ δὲ πάντων παραδοξότατον τοῦτ’ ἦν ἄρα τὸ κατὰ τὸν αὐτὸν χρόνον καὶ παρὰ Σύροις καὶ παρὰ Αἰγυπτίοις καὶ ἐν τῇ γῇ τοῦ Ἰσραὴλ λαοὺς ἔσεσθαι τῷ θεῷ καὶ τούτους εὐλογημένους, ὡς μηδὲν διαφέρειν μηκέτι τὸν Ἰσραὴλ τοῦ Αἰγυπτίου μηδὲ τοῦ Σύρου μηδὲν διαλλάττειν παρὰ θεῷ κρείττω τὸν Σύρον τοῦ Ἰσραὴλ μηδὲ τοῦ Αἰγυπτίου μηδ’ αὖ πάλιν τὸν Αἰγύπτιον ἐλαττοῦσθαι παρὰ τῷ θεῷ τοῦ Ἰσραὴλ ἢ τοῦ Σύρου. τοσαύτης μεθέξειν ἀγαθῶν κοινωνίας τοὺς πάλαι ἀλλήλων ἐχθροὺς καὶ πολεμίους ἐπὶ τῇ τοῦ κυρίου παρουσίᾳ φησίν. ὁ μὲν οὖν λαὸς τοῦ κυρίου ὁ ἐπ’ αὐτῆς Αἰγύπτου συνεστώς, ὡσαύτως καὶ ὁ ἐπὶ τῆς Σύρων χώρας ἄντικρυς ὁρᾶται διὰ τῆς τῶν ἐκκλησιῶν πολυπληθείας, ὁ δὲ ἐκ τοῦ Ἰσραηλιτικοῦ γένους λαὸς κατὰ τοὺς χρόνους τοῦ εὐαγγελικοῦ κηρύγματος ἤκμαζε, καθ’ οὓς οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν καὶ οἱ ἀπόστολοι καὶ πάντες οἱ εὐαγγελισταί, οἵ τε ἐκ περιτομῆς τὸν Χριστὸν τοῦ θεοῦ ἐπεγνωκότες ὁμοίως τοῖς Αἰγυπτίοις καὶ τοῖς Σύροις ἐθεοσέβουν, διὸ μιᾶς καὶ τῆς αὐτῆς εὐλογίας παρὰ τοῦ θεοῦ κοινῇ πάντες ἠξιοῦντο. διὸ λέλεκται· Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ἰσραήλ, κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· Εὐλογημένος ὁ λαός μου Αἴγυπτος καὶ Ἀσσούρ, ὡς ἂν μή τις τοὺς ἐν Αἰγύπτῳ Ἰουδαίους δηλοῦσθαι νομίσειεν, ἀλλ’ αὐτοὺς Αἰγυπτίους καὶ αὐτοὺς Σύρους. ἐὰν δὲ λέγηται· Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις ἔσεσθαι εὐλογημένος ἐν τῇ γῇ, ἣν εὐλόγησεν κύριος σαβαώθ, μὴ ἑτέραν εἶναι νομίζωμεν τὴν γῆν τῆς ἐκκλησίας τοῦ θεοῦ. Ἰσραὴλ δὲ νοεῖσθαι δύναται καὶ πᾶς ὁ χορὸς τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους προεξεληλυθότων τοῦ βίου. διὸ λέλεκται· καὶ ἡ κληρονομία μου Ἰσραήλ· ὅτε γὰρ διεμέριζεν ὁ ὕψιστος ἔθνη, ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. ἀλλὰ τότε μὲν μόνος Ἰσραήλ, νῦν δὲ καὶ Αἰγύπτιοι λαὸς αὐτοῦ εἴρηνται καὶ λαὸς εὐλογημένος καὶ Ἀσσύριοι ὁμοίως. τὸ δέ· ἐν τῇ γῇ, ἣν εὐλόγησε κύριος σαβαώθ, ἔχοι ἂν τὴν ἀναφορὰν καὶ ἐπὶ τὴν ἐπουράνιον, περὶ ἧς φησιν ὁ σωτήρ· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν , ἔνθα καὶ ἡ ἐπουράνιός ἐστιν Ἰερουσαλὴμ καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον τοῦ θεοῦ.

---

Eusebius Caesariensis, Commentarius in Isaiam, ed. Joseph Ziegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg019.local001/.
