Ancient Greek · ~33 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.79.1
Not analysed yet
Ζητῶν τὰ προκείμενα σῶσαι πρὸς λέξιν ἀφορμὰς οἶμαι λαμβάνειν ἀπὸ τῶν ἐμπεριεχομένων ἐν αὐτοῖς λόγων, ἐν οἷς εἴρηται· Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη· ἄντικρυς γὰρ ταῦτα περὶ Βαβυλῶνος εἴρηται. καὶ προϊὼν αὖθις ὁ λόγος φησίν· ἐπ’ ἐμὲ οἱ Ἐλαμῖται, καὶ πρέσβεις τῶν Περσῶν ἐπ’ ἐμὲ ἔρχονται, ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· ἀνάστηθι Ἐλάμ, πολιορκεῖτε Μῆδοι. καὶ ἡ Ἑβραϊκὴ δὲ φωνὴ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ Μήδων ἐν τούτοις ἐμνημόνευσαν· οὗτοι δέ εἰσιν οἱ τὴν Βαβυλωνίων καθελόντες ἀρχήν, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ἡ περὶ Βαβυλῶνος προφητεία, δι’ ἧς ἐλέγετο· ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους. Πέρσαι γοῦν Μήδους οὐκ εἰς μακρὰν διαδεξάμενοι τὰ λείψανα τῆς Βαβυλῶνος καθεῖλον· εἰκότως γοῦν περὶ Βαβυλῶνος τὰ προκείμενα εἰρῆσθαι ἡγοῦμαι. τί δὲ βούλεται ὁ λόγος φάσκων· τὸ ὅραμα τῆς ἐρήμου; ἐντεῦθεν ἤδη Βαβυλῶνα ἔρημον ὀνομάζει διὰ τὰ θεσπισθέντα περὶ τῆς ἐρημίας αὐτῆς. τὸ ὅραμα τοίνυν τῆς ἐρήμου θαλάσσης τὴν Βαβυλῶνος ἐρημωθεῖσαν θάλασσαν σημαίνει. εἰ δέ τις ἔροιτο, τί βούλεται ἐνταῦθα κείμενος ἀκαίρως ὁ περὶ Βαβυλῶνος λόγος ἅπαξ διὰ τῶν ἔμπροσθεν τῆς περὶ Βαβυλῶνος προφητείας πεπληρωμένως ἀποδοθείσης, ἐροῦμεν ὅτι ἐπειδὴ ὁ τῶν Ἀσσυρίων βασιλεὺς τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ τὴν αἰχμαλωσίαν Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους ἀπάξειν ἐλέγετο ἀρτίως, ἀναγκαίως ὁ λόγος ὁποῖα καὶ αὐτοῖς ὅσον οὐδέπω συμβήσεται τοῖς Ἀσσυρίοις σημαίνει· ὥσπερ γὰρ Αἰγυπτίους ὁ θεὸς μετήρχετο δικαίᾳ κρίσει διὰ τῆς ἐφόδου τῶν Ἀσσυρίων, οὕτως καὶ τοὺς Ἀσσυρίους Μήδοις παραδιδοὺς καθῄρει τῆς μεγαλαυχίας καὶ Μήδους αὖθις ὑπέταττε Πέρσαις καὶ αὖ πάλιν τούτους δι’ ἑτέρων ἐσωφρόνιζεν· οὕτω δὴ σῴζοιτ’ ἂν ὁ εἱρμὸς τῶν προκειμένων. μετά γε μὴν τὴν προγραφὴν τὸ ὅραμα τῆς ἐρημωθείσης θαλάσσης περιέχουσαν ἐπάγει ὁ λόγος· Ὡς καταιγὶς δι’ ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ἐκ προσώπου τῆς Βαβυλῶνος αὐτῆς οἶμαι ταῦτα λέγεσθαι, ὡσπερεὶ ἀκοὴν παραδεξαμένης τῶν μελλόντων ἐπιέναι αὐτῇ κακῶν, εὐχομένης τε παρελθεῖν τὴν ἀκοὴν καὶ μὴ γενέσθαι τὰ προσδοκώμενα. διό φησι· φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι, ὥσπερ καταιγὶς δι’ ἐρήμου διέλθοι· γένοιτο γὰρ αὐτό φησι διελθεῖν καὶ ἀντιπαρελθεῖν καταιγίδι ἐξ ἐρήμου ἐρχομένῃ ἐοικός· εἰ γὰρ καὶ αὐτὴ μόνη τοῦ ὁράματος ἡ ἀκοὴ γνωσθεῖσά μοι σκληρά τέ τις καὶ ἐπίφοβος τυγχάνει, ποταπὴ ἄρα ἔσται αὐτή, εἰ ἐπέλθοι δίκην καταιγίδος ἐξ ἐρήμου ἐρχομένης, ἀλλὰ διέλθοι γε αὐτὴ καὶ παραδράμοι μηδὲ ἐπελθοῦσα κατ’ ἐμοῦ στηριχθείη. μανθάνω γὰρ ὅτι ὁ ἀθετῶν ἀθετεῖ καὶ ὁ ἀνομῶν ἀνομεῖ, καὶ ἐπ’ ὀνόματος δὲ ἤκουσα παρὰ τῶν ἀπαγγειλάντων μοι, ὡς ἄρα οἱ Ἐλαμῖται καὶ οἱ Μῆδοι ἐπ’ ἐμὲ ἔρχονται πρόδρομοι ὄντες οὗτοι Περσῶν· διὸ οὐκ ἄν τις ἁμάρτοι εἰπὼν πρέσβεις εἶναι Περσῶν. τί οὖν πράξαιμι τῆς τούτων καταιγίδος ἐπιβαίνειν μοι μελλούσης, ἀλλὰ ὡς ἔοικε νῦν στενάξω, ὅπερ πρότερον οὐκ ἔπραττον, ὑπερήφανος οὖσα καὶ κατεπαιρομένη τῶν λοιπῶν ἐθνῶν ὡς ἑτέροις ἐμποιεῖν στεναγμούς. νῦν δὲ αὐτὴ ἐγὼ ἡ Βαβυλὼν καὶ ὁ ἐν ἐμοὶ λαὸς στενάξω καὶ παρακαλέσω ἐμαυτὴν διὰ τοῦ στεναγμοῦ. Ἐπειδὴ καθήψατό μου ἡ περὶ τῶν λεχθέντων ἀγγελία, ἧς ἕνεκα ἐπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως πάλαι κατεσφιγμένη καὶ νεανιευομένη, ὀδύνη τε καὶ πόνοι κατέσχον με ὡς μηδὲν διαφέρειν ἐμὲ τὴν Βαβυλῶνα τὴν πάλαι ἑτέροις οὖσαν φοβερὰν γυναικὸς τικτούσης. ταῦτα δέ μοι συμβέβηκεν, ἐπειδήπερ ὁμολογῶ ἠδικηκέναι, ὅτε μηδενὸς ἤκουον τῶν παραινούντων μοι καὶ ὅτε σπουδὴν ἐποιούμην μηδὲν ὀρθὸν βλέπειν. διό φησι, νῦν ἐξομολογουμένη φημί· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. πλανᾶται ἡ καρδία μου, καὶ ἡ ἀνομία μου βαπτίζει με, ἡ καρδία μου ἐφέστηκεν εἰς φόβον. ἀνθ’ οὗ ὁ Σύμμαχος ἐποίησεν· ἐπλανήθη ἡ ψυχή μου, ἡ καρδία μου ἐταράχθη, ἐθορύβησέ με τὸ ἀτάραχον τῆς εὐδοκίας μου, ἐποίησέ με εἰς ἔκστασιν. Ταῦτα μὲν οὖν οἶμαι λελέχθαι τῷ προφήτῃ προσωποποιοῦντι τὴν Βαβυλῶνα καὶ ὡς ἐξ αὐτῆς ἢ καὶ τοῦ ἐν αὐτῇ κατοικοῦντος ἔθνους τὰ εἰρημένα προενηνεγμένα. τὸ προφητικὸν πνεῦμα πρὸς τοὺς Μήδους καὶ τοὺς Ἐλαμίτας καὶ πρὸς τοὺς πρέσβεις τῶν Περσῶν ἀποτείνεται, διεγεῖρον καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸν κατὰ τῶν Βαβυλωνίων πόλεμον. διὸ ὡς πρὸς αὐτούς φησιν· ἑτοίμασον τὴν τράπεζαν· φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς. ταῦτα δὲ λέγω φησὶν ἐγὼ ὁ προφήτης τῷ πνεύματι τῷ προφητικῷ κινούμενος, ἐπειδήπερ ὅτι οὕτως εἶπε κύριος πρός με Βαδίσας στῆσον σεαυτῷ σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀπάγγειλον, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὃ ἂν ἴδῃ ἀπαγγειλάτω, δηλονότι ὁ σκοπός. Εἶτά φησιν ἐστάθη ὁ σκοπὸς κατὰ τὸ πρόσταγμα κυρίου καὶ εἶδεν ἀναβάτας ἱππεῖς δύο, ἢ κατὰ τὸν Σύμμαχον· καὶ εἶδεν ἅρμα ζεῦγος ἵππων. τοῦτο μὲν οὖν πρῶτον ἐθεάσατο, μετὰ δὲ τὴν τῶν ἵππων συνωρίδα ἄλλους δύο ἱππεῖς ὁρᾷ, τὸν μὲν ὄνῳ ὀχούμενον, τὸν δὲ καμήλῳ. σημεῖα δὲ καὶ σύμβολα ἦν ταῦτα τῆς τῶν πολεμίων παρατάξεως, ὧν οἱ μὲν ἐφ’ ἁρμάτων ὀχούμενοι ἐπῄεσαν, οἱ δὲ ἐπὶ νωτοφόρων τὰ δέοντα πρὸς τὰς χρείας ἐπαγομένων. ταῦτα μὲν οὖν εἶδεν ὁ σκοπός, ὃν ἐκέλευσεν ὁ θεὸς τῷ προφήτῃ· ἀκρόασαί φησιν ἀκρόασιν πολλὴν καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν. προστάττει δὴ τὰ ὦτα ἑαυτοῦ παρασχεῖν εἰς τὸ ἀκοῦσαι τοῦ μέλλοντος ῥηθήσεσθαι λόγου καὶ καλέσαι Οὐρίαν εἰς τὴν σκοπιάν. ἀντὶ δὲ τοῦ Οὐρίαν ὁ μὲν Ἀκύλας λέοντα, ὁ δὲ Σύμμαχος λέαιναν, ὁ δὲ Θεοδοτίων Ἀριὴλ ἐξέδωκεν. οὐδεὶς δὲ τούτων Οὐρίαν ὠνόμασεν, ἐπεὶ μηδὲ ἡ Ἑβραϊκὴ φωνὴ ἐμνημόνευσε τοῦ Οὐρία. ὅτε μὲν γὰρ διὰ τῶν ἔμπροσθεν Οὐρίου τοῦ ἱερέως μνήμην ἐποιεῖτο, ἄλλοις στοιχείοις ἐσημειοῦτο τὸν ἄνδρα, νῦν δ’ ἄλλῃ φωνῇ καὶ ἑτέροις στοιχείοις ἡ Ἑβραϊκὴ λέξις τὸν λέοντα σημαίνει ἢ τὴν λέαιναν κατὰ τὸν Σύμμαχον. προστάττει τοίνυν ὁ κύριος τῷ προφήτῃ ἀκροάσασθαι ἀκρόασιν πολλὴν τὴν ῥηθήσεσθαι μέλλουσαν ἔπειτα ἢ τὴν λέαιναν ἢ τὸν Ἀριὴλ καλέσαι, ὅπως καὶ αὐτὸς ἐλθὼν ὑπὸ τοῦ σκοποῦ θεαθείη τοῦ προφήτου ἅμα τῷ σκοπῷ θεωμένου. ὃ δὴ σημαίνει λέγων ἑξῆς· Ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα· εἱστήκει τοίνυν καὶ ὁ προφήτης ἅμα τῷ σκοπῷ καραδοκῶν τὴν μέλλουσαν ὀφθήσεσθαι αὐτοῖς ὄψιν τοῦ λέοντος ἢ τῆς λεαίνης ἢ τοῦ Ἀριήλ. διακαρτερήσας δὲ τὸν πάντα τῆς ἡμέρας καὶ τὸν τῆς νυκτὸς χρόνον ἐπιλέγει· καὶ ἰδοὺ αὐτὸς ἔρχεται. τίς δὲ οὗτος ἢ ὁ Ἀριὴλ ἐπιβεβηκὼς συνωρίδι; διό φησι· καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἐπιβάτης συνωρίδος. τίς δὲ οὗτος ἄρα ἦν ἢ τιμωρός τις ἄγγελος, δι’ οὗ τὰ τῆς πολιορκίας τῆς Βαβυλῶνος ἤμελλε πληροῦσθαι; τάχα που Ἀριὴλ ὀνομαζόμενος ἢ αὐτὸς ὢν ἐκεῖνος ὁ ὡς λέων ὠρυόμενος καὶ περιπατῶν ζητεῖ τίνα καταπίῃ. καὶ δὴ θεασάμενος αὐτὸν ὁ προφήτης, συνεῖδεν ὡς τιμωρητικὸς ὢν ἄγγελος τὴν τῆς Βαβυλῶνος ἀπώλειαν ἐργάσεται. διὸ ἐπιβοᾷ λέγων· Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη εἰς τὴν γῆν· ὡς γὰρ ταῦτα πρᾶξαι κεκελευσμένου τοῦ Ἀριήλ, ταύτην ἠφίει τὴν φωνὴν ὁ προφήτης. δύο τοίνυν διὰ τούτων σκοποὶ παρίστανται καὶ δύο θεωρούμεναι ὄψεις· ὁ μὲν γὰρ πρῶτος σκοπὸς ἑώρα ἀναβάτας ἱππεῖς δύο καὶ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου, ὁ δὲ δεύτερος αὐτὸς ὢν ὁ προφήτης οὐκέτι ἀναβάτας καμήλων οὐδὲ ὄνων, ἀλλ’ ἐπιβάτην συνωρίδος ἑώρα, τὸν λέοντα ἢ τὸν Ἀριήλ, ἐφ’ ᾧ τὴν πτῶσιν τῆς Βαβυλῶνος καὶ τὴν συντριβὴν τῶν νομιζομένων αὐτῆς θεῶν ἐδήλου. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα τῶν θεῶν αὐτῆς συνετρίβη. ὁ μὲν οὖν πρῶτος σκοπὸς ὑποδεέστερος ὢν τοῦ προφήτου τὸ πλῆθος ἑώρα τῶν μελλόντων ἐπιέναι τῇ Βαβυλῶνι πολεμίων ἀνδρῶν, ὁ δὲ δεύτερος αὐτὸς ὢν ὁ προφήτης τὴν ἀπορρητοτέραν ὄψιν ἐθεώρει ἀγγελικὴν ὡς οἶμαι οὖσαν, δι’ ἧς τὰ τῆς πτώσεως Βαβυλῶνος ἐνηργεῖτο. εἰκότως οὖν ἐπείπερ ἤμελλε τὸ πνεῦμα τὸ προφητικὸν ἀναβοᾶν καὶ λέγειν· Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ χειροποίητα αὐτῆς συνετρίβη, προλαβὼν εἶπεν ὁ κύριος τῷ προφήτῃ ἀκρόασαι ἀκρόασιν πολλήν, ταύτην αὐτὴν δηλονότι τὴν περὶ τῆς Βαβυλῶνος καὶ τῶν ἀγαλμάτων αὐτῆς λεχθεῖσαν. οἶμαι δὲ διὰ τούτων σημαίνεσθαι τῆς Ἀσσυρίων βασιλείας τὴν παντελῆ καθαίρεσιν θεοῦ κρίσει γενομένην· οὐκ ἂν δὲ ἐφάνη, ὅτι μωρὸς οὗτος ἄγγελος, εἰ μὴ βέβλητο ὑπὸ τοῦ προφήτου κατὰ πρόσταξιν τοῦ θεοῦ. Τούτων δὲ οὕτω πραχθέντων ὁ προφήτης λοιπὸν ἐκφαίνει ταῦτα, ἅπερ ἤκουσέ τε καὶ εἶδε τοῖς καταλελειμμένοις καὶ ὀδυνωμένοις ἐν τῷ λαῷ. βραχεῖς δέ τινες ἦσαν οὗτοι οἱ τὰ κατὰ τοῦ λαοῦ ἀποδυρόμενοι μόνοι περιλειφθέντες ἀπὸ τῆς τῶν πολλῶν πλάνης, οἷς ὁ προφήτης προσφωνεῖ λέγων· ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαώθ· ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ὑμῖν· ἃ γὰρ ἐμοὶ ἀπεκάλυψε, ταῦτα καὶ ὑμῖν ἐξέφηνεν ὡς δι’ ἑρμηνέως ἐμοῦ. τοῦτο τέλος τῆς περὶ Αἰγύπτου προφητείας, μεθ’ ἣν ὁ λόγος μεταβαίνει ἐφ’ ἑτέραν ὑπόθεσιν.