Ancient Greek · ~3 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.8
Not analysed yet
Τὰ μὲν οὖν πρῶτα τὸν υἱὸν αὐτοπροσώπως εἰρηκέναι τὸ προφητικὸν ἐμαρτύρησε πνεῦμα, διὰ δὲ τῶν ἑξῆς ἐπιφερομένων οὐκέθ’ ὁ κύριος, ἀλλ’ αὐτὸ τὸ πνεῦμα ἐπιμέμφεται ὡς ἐνταῦθα ὑπὸ τοῦ κυρίου κατηγορηθεῖσιν φάσκον· οὐαὶ ἔθνος ἁμαρτωλόν. διὰ ταῦτα γοῦν ἀπελέγχει τὸ Ἰουδαίων ἔθνος καὶ ταλανίζει αὐτοὺς τὸ ἅγιον πνεῦμα ὡς πάντων τῶν ἐθνῶν χείρους καὶ ὡς τὸ μηδὲν ὠφεληθέντας μήτε ἐκ τῆς υἱοθεσίας μήτε ἐξ ἧς παρὰ τοῦ θεοῦ τιμῆς ἠξιώθησαν· ὑψωθέντες καὶ πλείστων ὅσων ἐξαιρέτων παρ’ αὐτοῦ τετυχηκότες, ἀλλ’ οὐδὲ ἐξ ὧν πολλάκις ἐπλήγησαν δι’ ὑπερβολὴν ἀγάπης θεοῦ τυπτόμενοι καὶ κολαζόμενοι τῶν ἀσεβημάτων αὐτῶν ἕνεκα· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.