Ancient Greek · ~37 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.81.1
Not analysed yet
Ἐπειδὴ μή ἐστι προσωποληψία παρὰ τῷ θεῷ, τούτου χάριν ἐν τοῖς κατὰ τῶν ἀλλοφύλων ἐλέγχοις μέσος ἐμβέβληται καὶ ὁ περὶ τῆς Σιὼν λόγος· δι’ οὗ καὶ τοὺς τῆς Ἰερουσαλὴμ οἰκήτορας ὥσπερ ἐν ἀλλοφύλοις κατατάττων ὁ θεός, καὶ τὴν κατ’ αὐτῶν προφέρει ψῆφον. εἴρηται δὲ καὶ ἐν τῷ Ἀμὼς ἐκ προσώπου τοῦ θεοῦ πρὸς τὸν Ἰουδαίων λαόν· οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί; λέγει κύριος. οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου; ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς. τό γε μὴν προκείμενον ῥῆμα τῆς φάραγγος Σιὼν οὐ περὶ αὐτῆς τῆς Σιών, ἀλλὰ περὶ τῆς παρακειμένης αὐτῇ φάραγγος εἴρηται. διόπερ ἑξῆς προϊὼν ὁ λόγος φησί· καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου. οἶμαι δὲ διὰ τούτων τὸν θεὸν τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ καὶ τὴν ἐσχάτην αὐτῶν ἀπόπτωσιν σημῆναι βουλόμενον ἐν τῷ τάγματι τῶν ἀλλοφύλων αὐτοὺς κατατάξαι μέσους παραληφθέντας τῆς τῶν ἀλλοφύλων γραφῆς, ἀλλὰ καὶ τὴν πτῶσιν τῆς Ἰερουσαλὴμ ἡγοῦμαι δηλοῦσθαι διὰ τοῦ φάραγγα Σιὼν ὀνομάζειν. καὶ ἄλλως δὲ μέμφεται ὁ θεὸς τοῦ Ἰουδαίων ἔθνους τοὺς ἀποπεσόντας τοῦ ὕψους τοῦ θεοσεβοῦς πολιτεύματος, ὥσπερ δὲ ἐν κοιλάσι καὶ ἐν φάραγξι τοῦ τῆς κακίας βυθοῦ καταπεπτωκότας. Σιὼν μὲν γὰρ ὄρος ἐστὶν ὑψηλόν, ἐφ’ ᾧ ὁ νεὼς τοῦ θεοῦ ᾠκοδόμητο· διὸ λέλεκται· ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών, καί· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ. καὶ ὁ λόγος δὲ ὁ εὐαγγελικὸς διὰ τοῦ Σιὼν ὄρους σημαίνεσθαι διὰ τῶν ἔμπροσθεν ἀπεδείκνυτο. οἱ δὲ ταύτης ἐκπεσόντες τῆς ἐλπίδος ἐν φάραγγι προσπαρακειμένῃ τῇ Σιὼν πεπτώκασι· πάσῃ γὰρ ἀρετῇ κακία παράκειται, εἰς ἣν ἐκπίπτει ὁ τῆς ἀρετῆς ἐξολισθαίνων. οὕτω γοῦν καὶ οἱ τῆς πίστεως ἐξαμαρτάνοντες εἰς ἀπιστίαν περιτρέπονται. ὁ τοίνυν ἐκ περιτομῆς λαὸς τοῦ εὐαγγελικοῦ ὕψους ἐκπεσὼν καὶ τῆς ἐπουρανίου Σιὼν ἀπαλλοτριωθεὶς εἰς τὸν τῆς ἀπιστίας περιετράπη κρημνόν· διὸ καὶ ἐν ἀλλοφύλοις ἐλογίσθη παρὰ τῷ θεῷ. ὅθεν ἡ προφητεία τὴν ἐσχάτην αὐτῶν ἀποβολὴν αἰνιττομένη τὸ ῥῆμα τῆς φάραγγος Σιὼν ἀνέγραψεν. εἶτ’ ἐπειδὴ εἰκῆ φυσιοῦνται ἐν βυθῷ κακίας ὑπάρχοντες, φησὶ πρὸς αὐτούς· Τί ἐγένετό σοι, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια; Θεωρῶν δὲ τῷ πνεύματι ὁ προφήτης τὰς κατὰ τοῦ σωτῆρος βοὰς αὐτῶν καὶ τὰς ἀθέους κατ’ αὐτοῦ δυσφημίας, δι’ ἃς ἀπεβλήθησαν, ἐπιφέρει· ἐνεπλήσθη ἡ πόλις βοώντων, καὶ ἐπεὶ ἔστιν ἁμαρτία πρὸς θάνατον, καθ’ ἣν ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται, τὸν τῆς ψυχῆς αὐτῶν θάνατον σημαίνων ἐπιλέγει· οἱ τραυματίαι σου οὐ τραυματίαι ῥομφαίας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. καὶ ἐπιφέρει· πάντες οἱ ἄρχοντές σου πεφεύγασιν ἢ ἀνεστατώθησαν κατὰ τὸν Σύμμαχον, κατὰ δὲ τὸν Θεοδοτίωνα· μετεκινήθησαν. διὸ οὐκέτι κατὰ τὸ παλαιὸν παρ’ αὐτοῖς οὐ βασιλεὺς οὐχ ἡγούμενοι οὐκ ἀρχιερεῖς οὐ προφῆται, ἀλλ’ οὐδὲ Φαρισαῖοι οὐδὲ Σαδδουκαῖοι οὐδ’ ὅσοι τὸ παλαιὸν ταῖς παρ’ αὐτοῖς ἀρχαῖς τετίμηντο· πάντες γὰρ μετεκινήθησαν, οἱ δ’ εἰσέτι καὶ νῦν ἁλόντες ὑπὸ τούτων ψυχῶν πολιορκητοῦ πικρῶς δεδεμένοι εἰσίν, ἐπειδὴ σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. διὸ λέλεκται· καὶ οἱ ἁλόντες πικρῶς δεδεμένοι εἰσί. Ταῦτα συνιδὼν ὁ προφήτης τῷ πνεύματι καὶ τὴν ἐκ τοσούτου ὕψους ἐπὶ τὴν ἐσχάτην κακίαν ὥσπερ τινὰ φάραγγα πτῶσιν τοῦ Ἰουδαίων λαοῦ ἀπολοφύρεται λέγων· διὰ τοῦτο εἶπα Ἄφετέ με πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου, ἢ κατὰ τὸν Σύμμαχον· μὴ παραμυθεῖσθέ με ἐπὶ τῇ ταλαιπωρίᾳ τῆς θυγατρὸς τοῦ λαοῦ μου· οἶδα γάρ φησιν ἀκριβῶς καὶ τῷ πνεύματι προορῶ, ὡς διὰ τὰ προλεχθέντα πάντα καὶ ἡ πόλις ἡ τῷ θεῷ ἀνακειμένη ἁλώσεται, καὶ πάντες οἱ ἐν αὐτῇ εἰς χεῖρας ἐχθρῶν παραδοθήσονται. διόπερ ἐντεῦθεν ἤδη ἀποδύρομαι καὶ ὥσπερ ἐπὶ γνησίοις ἐμαυτοῦ σπλάγχνοις ἀποκλάομαι. καὶ γὰρ πρὸς τοῖς προλεχθεῖσιν· ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαὼθ ἐπῆλθε τῇ φάραγγι Σιών. καὶ ταῦτα δὲ οἶμαι λέγεσθαι περὶ τῶν κατὰ τὸ αὐτὸ συνελθόντων ἐν τῇ κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῇ, περὶ ὧν ἐπιφέρει· πλανῶνται ἐπὶ τὰ ὄρη ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν τὸν λαὸν ἅμα τοῖς ἄρχουσι σημαίνων. εἶτ’ ἐπάγει τὴν κατ’ αὐτῶν ἀπειλὴν φάσκων· οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας, ἀναβάται ἵππων καὶ συναγωγὴ παρατάξεως. δηλοῖ δὲ δυνάμεις ἀντικειμένας καὶ ἀφανεῖς, ἐχθροὺς καὶ πολεμίους, οἷς ὑπὸ τοῦ θεοῦ παρεδόθησαν. ἐπεὶ δὲ οἱ Ἐλαμῖται ἑρμηνεύονται παραβλέποντες διὰ τὸ παρορᾶν τὴν σωτηρίαν τῶν ἀπολλυμένων καὶ μηδενὸς φείδεσθαι, εἰκὸς οὕτω κεκλῆσθαι τὰ πολιορκήσαντα αὐτοὺς στρατιωτικά, ἃ δὴ μεθ’ ἵππων καὶ μετὰ πλείστης δυνάμεως παραταξάμενα τῇ προλεχθείσῃ φάραγγι Σιὼν εἰς ἔσχατον ἐρημίας αὐτὴν ἤγαγον. Διὸ ἐπιλέγεται ἑξῆς· καὶ αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας τοῦ Ἰούδα καὶ εἰσελεύσονται, οὐχὶ νῦν οὐδὲ κατὰ τὸν παρόντα καιρόν, ἀλλὰ τῇ ἡμέρᾳ ἐκείνῃ, λέγω δὲ ἐν τῷ προφητευομένῳ καιρῷ, εἰς τοὺς οἴκους τῆς πόλεως, ὅτε καὶ πολιορκοῦντες πάντα τόπον καὶ πᾶσαν γωνίαν τῆς πόλεως περιεργαζόμενοι ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυίδ. ταῦτα δὲ ἦν τὰ ἀπόρρητα τῆς βασιλείας σύμβολα ἢ καὶ τὰ ἐν τῷ ἁγιάσματι ἀποκείμενα· ἃ οὐδενὶ ἐξῆν εἰ μὴ μόνῳ τῷ ἀρχιερεῖ ἐποπτεύειν, ἃ δὴ καὶ αὐτὰ τοῖς πολεμίοις παραδοθήσεσθαί φησιν. ἀντὶ δὲ τοῦ· καὶ ἴδοσαν ὅτι πλείους εἰσίν, ὁ Σύμμαχος· καὶ τὰ ῥήγματά φησιν οἴκου Δαυὶδ ὄψεσθε ὅτι ἐπληθύνθη. ἐπὶ τούτοις μέμφεται τοὺς ἐν τῇ φάραγγι Σιών, ὡς ἀποστρέψασι τὰ ὕδατα τῆς ἀρχαίας κολυμβήθρας τὰ ὄντα ἐν τῇ πόλει, ἕτερον δὲ ἑαυτοῖς ὕδωρ ἐπινοήσασι μεταξὺ τῶν δύο τειχῶν. ὕδωρ δὲ ἦν παλαιᾶς κολυμβήθρας ἐν τῇ πόλει ὁ τῆς παλαιᾶς καὶ θεοπνεύστου γραφῆς λόγος, ὃν ἀποστραφέντες ἀλλότριον ὕδωρ ἑαυτοῖς ἐπενόησαν τὰς παραδόσεις τῶν πρεσβυτέρων, διδάσκοντες διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων. ἐφ’ ᾧ καὶ μέμφεται αὐτοὺς ὁ σωτὴρ ἀπελέγχων αὐτῶν τὴν παρανομίαν, ἐν οἷς φησι· καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν, ὑποκριταί. τοῦτο δὲ καὶ αὐτὸ ὁ Ἰερεμίας ᾐνίττετο φάσκων· ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. οὕτως οὖν ἀπέστρεψαν τὸ ὕδωρ τῆς παλαιᾶς κολυμβήθρας τὸ ἐν τῇ πόλει καὶ ἐπενόησαν ἑαυτοῖς ξένον ὕδωρ μεταξὺ τῶν δύο τειχῶν, λέγω δὲ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης. δύο γὰρ ταῦτα τείχη τῆς τοῦ θεοῦ πόλεως, δηλαδὴ τῆς κατὰ θεὸν πολιτείας τυγχάνει, ὧν μέσον ἀλλότριον καὶ ξένον ὕδωρ ἑαυτοῖς οἱ κατηγορούμενοι ἐπενόησαν τὰς τῶν πρεσβυτέρων παραδόσεις, ἐφ’ αἷς καὶ μέγα φρονοῦσιν οἱ παρ’ αὐτοῖς καλούμενοι δευτερωταί. καὶ ἄλλο δέ τι χείριστον τετολμήκασιν οἱ δηλούμενοι· τοὺς γὰρ οἴκους τοὺς τῆς πόλεως καθελόντες τοῖς τούτων λίθοις συνεχρήσαντο εἰς οἰκοδομὴν ἰδίου ἑαυτῶν τείχους. ἴδοις δ’ ἂν αὐτοὺς εἰσέτι καὶ νῦν τοῦτο πράττοντας, ἐπειδὰν τὰ ῥήματα τῆς θείας γραφῆς ἀπολαμβάνοντες τὰς οἰκείας περιτειχίζουσι μυθολογίας, ὥσπερ τινὰ φραγμὸν καὶ ἀσφάλειαν καὶ τεῖχος τοῖς ἰδίοις περιβάλλοντες μύθοις. ὥσπερ γὰρ ξένον ποτὸν ἑαυτοῖς ἐπενόησαν, οὕτως καὶ τεῖχος ἴδιον περιέβαλον, λίθοις χρησάμενοι ταῖς τῶν θείων γραφῶν λέξεσι. καὶ ταῦτά φησιν ἐπράξατε μὴ ἀναβλέψαντες πρὸς τὸν θεὸν τὸν ἀπ’ ἀρχῆς ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαντα αὐτήν, λέγω δὲ τὴν παλαιὰν τῶν θεοπνεύστων γραφῶν κολυμβήθραν τὴν ἀπὸ πηγῶν τοῦ θείου πνεύματος προχεομένην. καὶ ὁ Σύμμαχος δὲ τὰ κατὰ τὸν τόπον τοῦτον ἡρμήνευσε τὸν τρόπον· καὶ ὑδρεύσασθε τὸ ὕδωρ τῆς κολυμβήθρας τῆς κατωτέρας καὶ τοὺς οἴκους Ἰερουσαλὴμ ἠριθμήσατε καὶ καθείλετε τοὺς οἴκους ὀχυρῶσαι τὸ τεῖχος. καὶ σύστημα ἐποιήσατε ἀνὰ μέσον τῶν τειχῶν καὶ τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἀπεβλέψατε εἰς τὸν ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαντα αὐτὴν ἐκ μακροῦ οὐκ εἴδετε. καὶ ὁ Θεοδοτίων δὲ οὕτως ἡρμήνευσε· καὶ συνηγάγετε τὸ ὕδωρ τῆς κολυμβήθρας τῆς κάτω καὶ τοὺς οἴκους Ἰερουσαλὴμ ἠριθμήσατε καὶ κατεσπάσατε τοὺς οἴκους εἰς ὀχυρώματα τοῦ τείχους. καὶ ὕδρευμα ἐποιήσατε ἀνὰ μέσον τῶν δύο τειχῶν τῷ ὕδατι τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαντα αὐτὴν πόρρωθεν οὐκ ἐνεβλέψατε. Τούτοις ἑξῆς εἴρηται· καὶ ἐκάλεσε κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. ὁ μὲν οὖν θεὸς ὡς ἐπὶ μεγάλοις τολμήμασι μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ, θρηνεῖν αὐτοὺς καὶ ἀποκλάεσθαι τὴν ἑαυτῶν ἀπώλειαν παρεκελεύετο, οἱ δ’ ἐν τοιούτοις κακοῖς ἐξεταζόμενοι, ὡς ἂν ἀπεγνωκότες ἑαυτῶν τὴν σωτηρίαν εἰς ἀπόνοιαν ἐξώκειλαν, μέθῃ καὶ τρυφῇ ἑαυτοὺς ἐκδόντες ὡς οὐ διαδεξομένης αὐτοὺς θεοῦ κρίσεως μετὰ τὴν τοῦ θνητοῦ βίου τελευτήν. ἐντεῦθεν ὁ θεῖος Ἀπόστολος τῇ τούτων αὐτῶν συγχρησάμενος φωνῇ γράφει λέγων· εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. Ἀλλὰ ταῦτά φησι πάντα οὐκ ἔλαθε τὰ ὦτα κυρίου σαβαώθ. διὸ ὥσπερ δεσμῷ θεοῦ καταδεθείσης αὐτῶν τῆς ἁμαρτίας ἀπόφασις ἐξενήνεκται κατ’ αὐτῶν φήσασα· καὶ οὐκ ἀφεθήσεται αὕτη ἡ ἁμαρτία ὑμῖν, ἕως ἂν ἀποθάνητε. ὅρα δὴ τὸ μέγεθος τῆς κατὰ τὴν ἀπόφασιν ἀπειλῆς καὶ ἐπίστησον ὡς οὐδαμοῦ διέβαλεν ἐν τούτοις τὸν λαὸν ἐπὶ εἰδωλολατρίᾳ, ἀλλ’ ὅτι εἰς δώματα ἀνέβησαν μάταια καὶ ὅτι βοῶν ἐπλήρωσαν τὴν πόλιν καὶ ὕδωρ ἑαυτοῖς ξένον ἐπενόησαν τὴν παλαιὰν κολυμβήθραν ἀποστραφέντες καὶ πρὸς τούτοις, ὅτι τεῖχος ἑαυτοῖς συνεστήσαντο τοὺς οἴκους τῆς πόλεως καθελόντες καὶ ταῦτα πράττοντες ἀναισθήτως εἶχον τῆς ἑαυτῶν ἀπωλείας· ἀλλ’ οὐχὶ καὶ ὁ προφήτης οὕτω διέκειτο ἀποθρηνῶν δὲ αὐτοὺς ἔλεγεν· Ἄφετέ με πικρῶς κλαύσομαι· τὸ δ’ αἴτιον τοῦ πικροῦ κλαυθμοῦ τοῦτ’ ἦν ἄρα τὸ ἐπὶ τέλει κατ’ αὐτῶν ὁρισθὲν καὶ ἡ ἐκ θεοῦ ἐξενεχθεῖσα ἀπόφασις ἡ φήσασα· καὶ οὐκ ἀφεθήσεται ἡ ἁμαρτία αὕτη ὑμῖν, ἕως ἂν ἀποθάνητε.