Ancient Greek · ~22 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.87.1
Not analysed yet
Διελθὼν ὁ προφήτης, ὁποῖον τέλος τοὺς ἀσεβεῖς διαλήψεται, καὶ τοὺς δικαίους, ὁποῖαι περιμένουσιν ἐλπίδες, ὁποία τε ἔσται ἡ βασιλεία τοῦ Χριστοῦ καὶ ὡς μόνοις τοῖς ἀξίοις αἱ πύλαι τῆς ἐν οὐρανοῖς τοῦ θεοῦ πόλεως ἀνοιχθήσονται, ὁποῖόν τε ᾄσονται ᾆσμα οἱ τῶν ἐπαγγελιῶν ἀπολαύσαντες, ἀκολούθως τούτοις τὰς προκειμένας ἀναπέμπει πρὸς τὸν θεὸν φωνὰς ἐκ προσώπου ἑαυτοῦ καὶ τῶν αὐτῷ παραπλησίων φάσκων· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ, ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν· ὡς γὰρ παρὼν τοῖς ἀποτελέσμασι τῶν λόγων καὶ ὡς αὐτὰ θεωρῶν τὰ πράγματα ψυχῆς πεφωτισμένοις ὀφθαλμοῖς ἄνω πρὸς τὸν θεὸν ἀποβλέπει καὶ τὸν τοσούτων χορηγὸν ἀγαθῶν ἀνυμνεῖ εὐχὴν ἀναπέμπων καὶ λέγων τὰ προκείμενα. ἄξια γὰρ τῆς ἐλπίδος τὰ παρὰ σοὶ τεθησαυρισμένα καὶ ταῦτα λέγω πρὸς σέ, τὴν ἐπιθυμίαν τῆς ψυχῆς μου· σὺ γὰρ εἶ κύριε ἡ ἐμὴ ἐπιθυμία καὶ ὁ θεῖος ἔρως τῆς ἐμῆς ψυχῆς. διὸ ἡ ψυχή μου ἐπεθύμησέ σε καὶ αὕτη γὰρ ἡ μνήμη τοῦ ὀνόματός σου ἐξίστησιν ἡμῶν τὴν ψυχὴν καὶ διεγείρει ἐπὶ τὸν σὸν πόθον. διὸ οὔτε καθεύδειν οἷοί τ’ ἐσμὲν τοὺς τῆς νυκτὸς καιρούς, ἀλλὰ καὶ τούτους ἐγρηγορότες τῷ πνεύματι, σὲ τὴν ἐπιθυμίαν ἡμῶν κατὰ νοῦν ἔχομεν. οὕτως οὖν καὶ αἱ νύκτες ἡμῖν ὡς ἡμέραι πεφωτισμέναι τυγχάνουσιν· ἐπειδήπερ τὰ προστάγματά σου καὶ οἱ λόγοι σου ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ἔτι τὰς διατριβὰς ποιουμένοις καὶ διὰ νυκτὸς καὶ δι’ ἡμέρας ἀντὶ φωτὸς ἐδόθησαν. ταῦθ’ ὑπερβαλλούσῃ διαθέσει πρὸς τὸν θεὸν ἀναφωνήσας ὁ προφήτης μεταβαίνει ἐφ’ ἡμᾶς παραινῶν τὴν αὐτὴν αὐτῷ βαδίζειν ὁδόν. διό φησι· δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀντὶ δὲ τοῦ· πέπαυται γὰρ ὁ ἀσεβής, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων ἠλεήθη ἀσεβὴς ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος· ἐδωρήθη ἀσεβής. προτρέπει δὲ ὁ λόγος τοὺς ἐν ἀσεβείαις ἐξετασθέντας πρότερον σπεύδειν ἐπὶ μετάνοιαν· ἐπειδὴ γὰρ θεοῦ κρίσις πάντας ἀνθρώπους περιμένει. τούτου χάριν πάντες ἄνθρωποι δικαιοσύνην μάθετε θαρροῦντες, ὅτι καὶ τοὺς προληφθέντας ἐν ἀσεβείαις μετανοήσαντας φιλάνθρωπος ὢν ὁ θεὸς ἐλεήσει. εἰ δὲ μὴ πεισθείη τις τῷ κηρύγματι μηδὲ μάθοι δικαιοσύνην μηδὲ ἐργάσοιτο ἀλήθειαν, ἀρθήσεται ἐκ ζώντων καὶ οὐκ ὄψεται τὴν δόξαν κυρίου. Ταῦτα παραινετικῶς πρὸς ἡμᾶς εἰπὼν πάλιν ἄνω βλέπει καὶ τὴν θεότητα τοῦ σωτῆρος εἰς ὕψος ἠρμένην θεασάμενος ἀναβοᾷ· κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· ταπεινοὶ γὰρ ὄντες οἱ ἀσεβεῖς καὶ μακρὰν ἀφεστηκότες τῆς γνώσεως τῆς θεότητος αὐτοῦ ἐν σκότῳ τῆς αὐτῶν ἀγνοίας ἐκαλινδοῦντο, ἀλλὰ τῆς καθόλου κρίσεως ἐπιστάσης θεασάμενοι τὸν ὑψηλὸν βραχίονα οἱ πάλαι αὐτὸν ὡς μὴ ὄντα βλασφημοῦντες παύσονται τῆς ἀπονοίας αἰσχύνην καταχεάμενοι. ὁρῶντες δὲ τοὺς μακαρίους τοὺς ἐν οὐρανοῖς ζωῆς ἀπολαύοντας ζηλώσουσι, μάλιστα δὲ καθάψεται ὁ ζῆλος τοῦ λαοῦ τοῦ κατὰ τὸν ἐνεστῶτα βίον μὴ βουληθέντος παραδέξασθαι τὴν τοῦ θεοῦ παιδείαν. διὸ ζῆλος λήψεται λαὸν ἀπαίδευτον, αἰνίττεται δὲ τοὺς ἐκ περιτομῆς μὴ παραδεδεγμένους τὴν τοῦ θεοῦ διὰ Χριστοῦ χάριν. εἶθ’ ἑξῆς ἐπιλέγει· καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται, ὡς ἂν ἀποφάσει ὑποβληθησομένους τῇ λεγούσῃ· πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ταῦτα δὲ περὶ τούτων εἰπὼν πάλιν πρὸς τὸν θεὸν ἐπιστραφεὶς ἱκετηρίαν ἀναπέμπει λέγων· κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν· καλὰ μὲν γὰρ καὶ τὰ ἄλλα παρὰ σοῦ πάντα· τὸ δὲ μέγιστον δῶρον ἡ παρὰ σοῦ καὶ ἡ πρὸς σεαυτὸν εἰρήνη τυγχάνει, ἵν’ ἀστασίαστοι ὦμεν πρὸς σὲ καὶ εἰρηνεύουσα πρὸς σὲ διὰ παντὸς φυλάττοιτο ἡμῶν ἡ ψυχή. τοῦτο δ’ ἂν γένοιτο, εἰ καταξιώσειας κτῆμα σαυτοῦ ἴδιον ποιήσασθαι ἡμᾶς· ἐπεὶ δὲ ἡμεῖς οὐκ ἄλλον τινὰ οἴδαμεν ἢ σὲ καὶ μόνῳ τῷ ὀνόματί σου τεθαρσήκαμεν. ὅτε τοίνυν οὐδένα ἕτερον κεκτήμεθα ἐν τῷ βίῳ ἢ σέ, εἰκότως ἀντιβολοῦμεν καταξιωθῆναι τῆς σῆς γενέσθαι μερίδος καὶ τοῦ σοῦ κλήρου. Ἡμεῖς μὲν οὖν φασιν σοῦ ἐσμεν, κύριε, καὶ σὺ τὸ ἡμέτερον ὑπάρχεις κτῆμα, οἱ δὲ ταῖς πρὸς θάνατον ἁμαρτίαις ἑαυτοὺς ἐκδόντες καὶ διὰ τοῦτο νεκροὶ τὰς ψυχὰς γενόμενοι· ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται, τὴν ἐπηγγελμένην τοῖς ἁγίοις αἰώνιον ζωὴν οὐκ ὄψονται, οὐδ’ ἰατροί ποθεν ἐπιστάντες κατὰ τὸν τῆς κρίσεως καιρὸν δυνήσονται αὐτοῖς ἐπικουρῆσαι τὰ πρὸς σωτηρίαν, οὐδ’ ἀναστῆσαι αὐτῶν τὴν πτῶσιν. οὓς γὰρ σὺ ὁ μέγας καὶ φοβερὸς καὶ δίκαιος κριτὴς παρέδωκας ἀπωλείᾳ, τίς ἰατρῶν διασώσασθαι δυνήσεται; ἀντὶ δὲ τοῦ· καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν, ὁ μὲν Σύμμαχος πᾶσαν τὴν μνήμην αὐτῶν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων πᾶν τὸ μνημόσυνον αὐτῶν ἡρμήνευσαν· ἔδει γὰρ αὐτῶν πᾶσαν μνήμην κακίας ἀρθῆναι κατὰ τὸν δηλούμενον τῆς κρίσεως καιρόν. εἰ δὲ λέγοιτο· πᾶν ἄρσεν αὐτῶν, πολλὴν εἰσάγει φιλανθρωπίαν ὁ λόγος· ὡς αὐτῶν μὲν τῶν ἡμαρτηκότων μὴ μελλόντων ἀφανίζεσθαι μηδ’ εἰς τὸ παντελὲς ἀπόλλυσθαι, τῶν δὲ γεννημάτων αὐτῶν οὕτω δηλουμένων, ὧν ἡ ψυχὴ αὐτῶν γεγέννηκεν λογισμῶν πονηρῶν· τούτων γὰρ ἀφανισμὸν γενήσεσθαί φησι. Πάλιν δ’ ἀντὶ τοῦ· πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς, τὰ μὲν κακὰ οὔτε παρὰ τοῖς Λοιποῖς ἑρμηνευταῖς οὔτ’ ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει εὕρομεν· κατὰ δὲ πάντας τοὺς ἑρμηνευτὰς προσέθηκας τῷ ἔθνει ἐν ᾧ ἐδοξάσθης εἴρηται. συμφώνως δὲ πάντων τοῦτον ἑρμηνευσάντων τὸν τρόπον ἕπεται νοεῖν ἡμᾶς, ὅ τι προσέθηκε τῷ ἔθνει· ὅπερ νοήσομεν ἀπὸ τοῦ σωτηρίου λόγου τοῦ φήσαντος· παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται. τοῖς μὲν οὖν ἀγαθὰ κεκτημένοις προσέθηκε τὰ παρ’ ἑαυτῷ τεταμιευμένα· ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, τοῖς δὲ κακὰ θησαυρίσασιν ἑαυτοῖς πάλιν προσθήσει τὰ κατάλληλα τοῖς ἔργοις αὐτῶν. τούτοις ἑξῆς ἐπιφέρει· ἐμάκρυνας πάντα τὰ πέρατα τῆς γῆς· τοὺς γὰρ ἑαυτοὺς μακρὰν τοῦ θεοῦ καταστήσαντας καὶ αὐτὸς ὁμοίως μακρύνει αὐτούς, διόπερ ἵνα μὴ ταὐτὸν τοῖς ἀσεβέσι πάθωσιν οἱ τοῦ θεοῦ οἰκεῖοι, ἀναγκαίως διὰ τῆς εὐχῆς ἔλεγον· κύριε ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς.