Ancient Greek · ~34 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.89.1
Not analysed yet
Μετὰ τὴν διδασκαλίαν τῆς τῶν νεκρῶν ἀναστάσεως ὡς περιεστῶτας ἔμπροσθεν καὶ ἐπὶ τὸ αὐτὸ μετὰ τὴν ἀνάστασιν συνηγμένους τοὺς ἁγίους τοῦ θεοῦ θεασάμενον τὸ πνεῦμα τὸ προφητικόν, ἔπειτα ἐξ ἑτέρου μέρους τὴν ἐπιοῦσαν ὀργὴν τοῖς ἀσεβέσι κατανοῆσαν τῷ τάγματι τῶν ἁγίων προσφωνεῖ ἀποχωρεῖν πρὸς βραχὺ καὶ μακράν που κρύπτεσθαι, ὡς μηδὲ θεωροὺς τῆς τῶν ἀσεβῶν γίγνεσθαι ἀπωλείας. διό φησι· βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου· ταμιεῖα δὲ τοῦ λαοῦ τοῦ θεοῦ αἱ πολλαὶ παρὰ τῷ πατρὶ τυγχάνουσι μοναὶ ἑκάστῳ τάγματι τῶν ἁγίων κατὰ δικαίαν τοῦ θεοῦ κρίσιν ἀφωρισμέναι. εἰς ταῦτ’ οὖν τὰ σοὶ παρεσκευασμένα ταμεῖα, σύ φησιν, ὁ ἐμὸς λαός, εἴσελθε καὶ ἀπόκλεισον τὴν θύραν σου, μηδὲ περιεργάζου τὰ πορρωτάτω τυγχάνοντα τῶν σῶν ταμείων, ἀλλ’ ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου, παρελθούσης δὲ αὐτῆς ἀναπετάσας λοιπὸν τὰς τῶν σαυτοῦ ταμείων πύλας μετὰ πολλῆς ἐξουσίας καὶ παρρησίας πρόϊθι τὸν νέον ἐποπτεύων αἰῶνα καὶ τὴν ἐπηγγελμένην σοι βασιλείαν τοῦ θεοῦ. Τούτοις ἑξῆς τί ἄρα ποιήσει ἡ ὀργὴ ἐπελθοῦσα τοῖς ἀσεβέσι διδάσκει λέγων· καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, ὡς μηδένα λαθεῖν τῶν πάλαι ἐν αὐτῇ τὰς ψυχὰς ἀνῃρημένων διὰ τῶν πρὸς θάνατον ἁμαρτημάτων· ἐπὶ τούτῳ γὰρ τὴν ὀργὴν ἐπάξειν εἴρηται ὁ θεός, ὀργῆς ἐνταῦθα ὀνομαζομένης τῶν ταῖς κολάσεσι διακονουμένων ἀγγέλων· ὡς γὰρ ἐπὶ τῶν Αἰγυπτίων ἐλέγετο· ἀπέστειλεν ἐπ’ αὐτοὺς ὀργὴν καὶ θυμὸν καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν, οὕτως καὶ νῦν ὀργὴ τοῦ θεοῦ ὁρμήσασα κατὰ τῶν πάλαι τὴν γῆν οἰκησάντων ἀνακαλύψει τὸ αἷμα τὸ ἐπ’ αὐτῆς ἐκχυθὲν καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους. δηλοῖ δὲ διὰ τούτων τὴν τῶν ἁγίων τοῦ θεοῦ ἀναίρεσιν καὶ τὰ τῶν μαρτύρων αἵματα, περὶ ὧν καὶ Μωσῆς ἐν μεγάλῃ ᾠδῇ γράφων ἔλεγεν· ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει. καὶ ἑκάστη δὲ ψυχὴ γεώδης καὶ φιλοσώματος τὰ αἵματα, λέγω δὴ τὰ πρὸς θάνατον αὕτη πλημμεληθέντα, ἐξομολογουμένη ἀνακαλύψει. Τούτων δ’ ἐπιτελεσθέντων ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. διὸ ἐπὶ τέλει τῶν ὅλων καὶ μετὰ πάντας ἐπιφέρει ὁ λόγος φάσκων· τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ’ ἔστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυράν. ἀντὶ δὲ τοῦ· τὴν ἁγίαν, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ τὴν σκληρὰν ὠνόμασαν. ταύτην οὖν ὥσπερ ταμιευσάμενος ἐκ μακροῦ κατὰ μηδενὸς ἑτέρου ἐπαφεὶς αὐτὴν ἐπὶ τοῦτον μόνον ἐπάξει, ᾧ καὶ ἐτηρεῖτο ἀναλόγως τῇ αὐτοῦ κακίᾳ. τίς δὲ ἦν οὗτος, ἀλλ’ ὁ ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ τοῦ θεοῦ τὸν πρῶτον σκελίσας ἄνθρωπον καὶ καταβαλὼν ἀπὸ τῆς παρὰ τῷ θεῷ στάσεως. ἦν δ’ οὗτος ὁ σκολιὸς οὗτος ὄφις καὶ δράκων προσφυῶς ὠνομασμένος διὰ τὸ χαμαὶ σύρεσθαι καὶ ἕρπειν καὶ τοῖς ποσὶν ἐφεδρεύειν τῶν ἀνθρώπων εἴ που τινὰ ἐνδακὼν καὶ τὸν ἐν αὐτῷ θανατηφόρον ἰὸν ἐγχρίμψας τῆς ὀρθῆς καὶ πρὸς τὸν θεὸν ἀγούσης καταβάλοι πορείας. ἡ μὲν οὖν τοῦ θεοῦ ῥάβδος εὐθεῖά τις οὖσα καὶ παιδευτικὴ κατὰ τό· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου, τοῖς ἰάσιμα ἡμαρτηκόσι τετήρηται εἰς παίδευσιν αὐτῶν καὶ βελτίωσιν καὶ ψυχῆς ὠφέλειαν προσαγομένη, ὁ δὲ μηδὲ ὀρθὸν μηδὲ εὐθὺ κεκτημένος ὅλος δὲ διόλου κάμπυλος καὶ σκολιός, χαμαί τε ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν ἕρπων, ἐφεδρεύων τε τοῖς πάντων ποσὶν ἐπὶ τὸ σκελίζειν καὶ καταβάλλειν αὐτοὺς μετὰ πάντας τοὺς ἀσεβεῖς, ὃς τῇ σκληρᾷ καὶ μεγάλῃ καὶ ἰσχυρᾷ μαχαίρᾳ παραδοθήσεται, ἣν αὐτῷ μόνῳ ὁ μέγας κριτὴς ἐταμιεύσατο. τίς δ’ ἦν αὕτη ἡ μάχαιρα, ἣν ἁγίαν καὶ μεγάλην καὶ ἰσχυρὰν ὠνόμασαν οἱ Ἑβδομήκοντα, ἢ ὁ ζῶν τοῦ θεοῦ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. μάχαιραν ἐνταῦθα λέγει τὴν ἐνέργειαν τῆς δίκης, ἀλλὰ καὶ ἁγίαν καλεῖ, ὁμοῦ μὲν παραμυθούμενος τὸ φοβερὸν τῆς ἀπειλῆς, ὁμοῦ δὲ καὶ δεικνύς, ὡς οὐκ εἰς ἀπώλειαν καταστρέψουσιν οἱ τιμωρούμενοι, ἁγιωσύνης τε αἴτιον αὐτοῖς ἔσται μετανοοῦσιν. καὶ γὰρ οὐκ ἀπολέσαι βούλεται θεὸς παιδεύων, ἀλλὰ καθάραι καὶ ἁγιάσαι ἐπιστρέψαντας. ὁ δὴ ὡς ἀντιπάλῳ ἑαυτοῦ καὶ ἐναντίῳ τῶν αὑτοῦ κατορθωμάτων τῷ τοσούτῳ δράκοντι ἐπελθὼν ἀνελεῖν αὐτόν, ἐξ ὄντων τὴν ὑπόστασιν ἀφανίζων αὐτοῦ ὡς μηκέτ’ εἶναι μηδ’ ἐν τοῖς οὖσιν ἐξετάζεσθαι· διὸ οὐδὲ τῆς ὀργῆς τοῦ θεοῦ καταξιοῦται. παιδευτικὴ γάρ τις ἦν αὕτη καὶ ἐπιστρεπτική, καθὼς διδάσκει ὁ φήσας· κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, ὡς τοῦ μὲν θυμοῦ ἐλεγκτικὴν δύναμιν ἔχοντος, τῆς δὲ ὀργῆς παιδευτικήν, διὸ ἡ μὲν τοὺς ὑποδεέστερον ἡμαρτηκότας μετήρχετο ἐλέγχους ἐπάγουσα καὶ παιδεύουσα αὐτούς, ἐπεὶ δὲ ὁ δράκων οὔτ’ ἐλέγχων οὔτε παιδείας ἄξιος ἦν, ἀλλὰ παντελοῦς ἀφανισμοῦ. διὰ τοῦτο ἡ μάχαιρα τοῦ θεοῦ ἡ ἁγία καὶ ἡ μεγάλη καὶ ἡ ἰσχυρὰ πρῶτον μὲν αὐτῷ ἐπέρχεται, ὁ δὲ θεασάμενος αὐτὴν φυγῇ ἑαυτὸν ἐπιδώσει, ἅτε ἀνόητος καὶ ἄφρων καὶ μὴ οἷός τε λέγειν· ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω ; πλὴν ἀλλὰ πειρώμενον αὐτὸν φεύγειν καταλαβοῦσα ἡ τοῦ θεοῦ μάχαιρα ἡ ἁγία καὶ ἡ μεγάλη καὶ ἰσχυρὰ ἀνελεῖ τὸ σκολιὸν αὐτοῦ καὶ πᾶσαν αὐτοῦ τὴν ὑπόστασιν ἐξ ὄντων ἀφαιρουμένη καὶ ὥσπερ ἐν οἰκείοις μυχοῖς ἀποφεύγων κατακρύπτεσθαι ἐπειρῶτο ἐν τῇ καλουμένῃ θαλάσσῃ, περὶ ἧς εἴρηται· αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων καί· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. καὶ ἐν τῷ Ἰὼβ δὲ χρηματίζων ὁ κύριος περὶ τούτου ἐδίδασκε λέγων· ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις καὶ φορβεὰν περὶ ῥῖνα αὐτοῦ; ἢ δήσεις κρίκον ἐν μυκτῆρι αὐτοῦ; οἷς ἐπιλέγει· τοῦτ’ ἔστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ, καὶ πάλιν· αὐτός ἐστί φησι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν. ἐπιλύεται δὲ καὶ ἀμφιβολίαν ὁ λόγος ἐν τούτοις διδάσκων τούτου χάριν συγκεχωρῆσθαι αὐτῷ τὸ ζῆν ἐπὶ τῷ καταπαίζεσθαι αὐτὸν ὑπὸ τῶν ἁγίων τοῦ θεοῦ ἐγγυμναζομένων τῇ πρὸς αὐτὸν πάλῃ καὶ ποτὲ μὲν ἄγκιστρα αὐτῷ περιβαλλόντων, ποτὲ δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ δεσμούντων, ἄλλοτε δὲ κρίκον αὐτῷ περιπειρόντων· διὸ καὶ εἴρηται· πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. ἀλλ’ ἕως μετὰ τὸ πρὸς τὸν θῆρα τοῦτον ἀγῶνος τοῖς ἀθληταῖς τοῦ θεοῦ συνειστήκει, κἀκεῖνοι δοκιμὴν τῆς ἑαυτῶν παρεῖχον ἀρετῆς ἐν αὐτῷ καὶ δι’ αὐτοῦ γυμναζόμενοι, καὶ αὐτὸς ὁ δράκων διετέλει καταπαιζόμενος, ἐπεὶ δὲ λοιπὸν λέλυτο ὁ ἀγὼν καὶ ἡ τοῦ θεοῦ δικαιοκρισία τὰς ἀμοιβὰς παρεῖχεν τοῖς ἠγωνισμένοις ἐπὶ συντελείᾳ τοῦ παντός. μετὰ τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν ἐπάξει ὁ θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν. εἴρηται κατὰ δὲ τὸν Σύμμαχον· κατὰ λευιαθὰν τοῦ ὄφεως τοῦ σκολιοῦ καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ τῇ ἡμέρᾳ ἐκείνῃ, ὁ δὲ Ἀκύλας· ἐπὶ λευιαθὰν ὄφιν ἐσκιρρωμένον ἢ ἐσπειρωμένον καὶ ἀποκτενεῖ σὺν τὸ κῆτος τὸ ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὁ δὲ Θεοδοτίων· ἐπὶ τὸν δράκοντά φησιν ὄφιν ἰσχυρὸν καὶ ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ὁ αὐτὸς δὲ ὄφις καὶ ὁ δράκων λευιαθὰν ὀνομάζεται ὡς ἂν κυρίου ὀνόματος ὑπάρχοντος αὐτῷ τούτου. ὁ αὐτὸς δ’ οὗτος ἦν τὸ μέγα κῆτος ,ὅπερ ὁ κύριος χειρώσασθαι λέγεται κατὰ τό· ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι· κἀκεῖ γὰρ λευιαθὰν ὠνόμασται καὶ ἐν τῷ Ψαλμῷ δὲ τῷ φήσαντι· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ, κατὰ τὴν Ἑβραϊκὴν φωνὴν λευιαθὰν ὠνόμασται. ὁμοίως δὲ καὶ ἐν τῷ Ἰώβ· ἄξεις δράκοντα ἐν ἀγκίστρῳ, πάλιν λευιαθὰν χρηματίζει· τοῦτον τὸν τρόπον πολυκέφαλον καὶ πολυώνυμον δράκοντα καὶ ὄφιν καὶ διάβολον καὶ σατανᾶν καὶ μέγα κῆτος καὶ λευιαθὰν ὠνομασμένον, ἐν ἑτέροις δὲ καὶ λέοντα καὶ βασιλίσκον. τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ’ ἔστιν ἐν ἐκείνῳ τῷ τῆς συντελείας καιρῷ, ὁ τῶν ὅλων κριτὴς θεὸς ἀνελεῖ τῇ αὐτοῦ μαχαίρᾳ, ἀλλ’ ἐκείνῃ μὲν τῇ ἡμέρᾳ τούτῳ αὐτῷ πληγὰς ἐπιθήσει· ἐπὶ δὲ τῆς πρώτης εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ Χριστὸς τοῦ θεοῦ οὐ κέχρηται αὐτῷ ὡς μαχαίρᾳ, διὸ οὐδὲ ἀνεῖλεν αὐτόν, ἐπέβη δὲ αὐτῷ μόνον καὶ τὰς δυνάμεις αὐτοῦ κατεπάτησεν. διὸ λέλεκται εἰς αὐτοῦ πρόσωπον· ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα . καὶ νῦν μὲν αὐτὸν καταπεπάτηκεν καὶ εἰσέτι καὶ νῦν καταπατεῖ διδοὺς τοῖς αὐτοῦ μαθηταῖς ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, κατὰ δὲ τὸν δηλούμενον τῆς συντελείας καιρὸν μετὰ πάντας τοὺς ἀσεβεῖς ἡ μάχαιρα τοῦ θεοῦ φεύγοντα αὐτὸν καταλαβοῦσα διαχειρίσεται καὶ ἀνελεῖ ἐξ ὄντων εἰς τὸ μηκέτ’ εἶναι. ἐνταῦθα καὶ ὁ περὶ τῆς καθολικῆς κρίσεως τοῦ θεοῦ λόγος περιγράφεται ἀρξάμενος ἀπὸ τοῦ· Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτήν. οὗ τέλος εἰληφότος ἡ προφητεία ἐξ ἑτέρας ἀρχῆς ὑποθέσεως ἰδιαζούσης ἅπτεται.