Ancient Greek · ~14 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.91.1
Not analysed yet
Γυναῖκας ἀνακαλεῖται ὡς ἀνδρῶν μὴ εὑρισκομένων ἐν αὐτοῖς ἀξίων σωτηρίας. διὸ ταῖς γυναιξὶ παρακελεύεται ἥκειν καὶ σπεύδειν εἰς μαρτυρίαν ἀπὸ θέας τῶν παραδόξων καὶ θαυμαστῶν ἔργων, ὡς ἂν ἐλθοῦσαι φωτίσαιεν τὸν ἐν σκότῳ καθήμενον λαὸν καὶ τὴν πόλιν αὐτῶν τὴν ἀφειμένην. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· γυναῖκες ἐρχόμεναι φωτίζουσιν αὐτήν, κατὰ δὲ τὸν Σύμμαχον· γυναῖκες ἐρχόμεναι καὶ δηλοῦσαι αὐτήν. τίνα δὲ αὐτὴν ἢ τὴν ἀνωτέρω λεχθεῖσαν πόλιν, περὶ ἧς εἴρητο· πόλις γὰρ ὠχυρωμένη μόνη καλὴ ἀφεῖται καὶ ἐγκαταλέλειπται ὡς ἔρημος. ταῦτα δὲ ἐπληροῦτο πρὸς λέξιν καὶ πρὸς ἱστορίαν κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν. ἐν ᾧ κατὰ μὲν τὸν Ματθαῖον· ἦσαν ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ Ἰακώβου καὶ Ἰώση μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου, κατὰ δὲ τὸν Λουκᾶν· κατακολουθήσασαι δὲ γυναῖκές τινες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ καὶ τὰ ἑξῆς. ἐπεὶ τοίνυν ὁ λαὸς ὁ μὴ ἔχων σύνεσιν καὶ κηρύγματι τῶν ἀποστόλων οὐκ ἐπείθετο, καίτοι τῶν ἐθνῶν παραδεχομένων τὸν λόγον, τούτου χάριν τὰς γυναῖκας τὸ θεῖον πνεῦμα καλεῖ ἐπὶ τὴν μαρτυρίαν τοῦ κηρυττομένου λόγου, ἐπειδὴ δὲ τυφλώττοντας αὐτοὺς ἑώρα. διὰ τοῦτό φησιν οὐ μὴ οἰκτειρήσει ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσει. Ἔσται δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ φησί, τοῦτ’ ἔστιν ἐν τῷ καιρῷ τῷ δηλουμένῳ, συμφράξει κύριος ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ. ἀντὶ δὲ τοῦ συμφράξει οἱ λοιποὶ ἑρμηνευταὶ πάντες πατάξει εἰρήκασι, δηλοῦντες πατάξειν τὸν κύριον τοὺς ἀπίστους ἐκείνους καὶ τὸν λαὸν τὸν ἀσύνετον. εἶτα τόπον ἀφορίζει λέγων· ἀπὸ τοῦ ῥείθρου τοῦ ποταμοῦ ἕως τοῦ χειμάρρου Αἰγύπτου κατὰ τὸν Σύμμαχον, ᾧ ἰσοδυναμοῦσι καὶ οἱ λοιποί. οἶμαι δὲ διὰ τούτων σημαίνεσθαι τὸν ἐπελθόντα τοῖς Ἰουδαίοις πόλεμον κατὰ τὸ Παλαιστίνων ἔθνος μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν. αὐτῶν τῶν γοῦν μεθορίων τῆς Παλαιστίνης ἔοικεν ὁ λόγος μνημονεύων ἀπὸ τοῦ ποταμοῦ λέγων, τάχα που τοῦ Ἰορδάνου, ἕως Ῥινοκορούρων· πόλις δέ ἐστιν αὕτη ἀμφὶ τοὺς ὅρους τοὺς μεταξὺ τῆς Αἰγύπτου καὶ τῆς Παλαιστίνης κειμένη. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἕως τοῦ χειμάρρου Αἰγύπτου εἴρηται, αἰνιττομένου ὡς ἔφην τοῦ λόγου τὸν γενησόμενον κατὰ Ἰουδαίων πόλεμον ἐν τῷ Παλαιστίνων ἔθνει. τοῖς δὲ τοῦ λόγου κήρυξιν ἑξῆς προστάττει λέγων· ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα ἕνα τοὺς υἱοὺς Ἰσραήλ· εἰ γὰρ καὶ μὴ ἀθρόως ὁ λαὸς βούλεται προσιέναι τῷ σωτῆρι κηρύγματι· λαὸς γάρ ἐστιν οὐκ ἔχων σύνεσιν, ἀλλὰ κἂν βραχεῖς τινας ἐξ αὐτῶν κατὰ ἕνα συναγάγετε τοὺς υἱοὺς Ἰσραήλ. ἀγαπητὸν γὰρ τὸ κἂν ἕνα ἕνα ἢ καὶ δεύτερον καί τινας εὐαριθμήτους ἐξ αὐτῶν καθ’ ἑκάστην πόλιν ἢ καθ’ ἕκαστον ἔθνος σῴζεσθαι. τούτους μὲν οὖν κατὰ ἕνα ἕνα συναγάγετε, τοῖς δὲ λοιποῖς ἔθνεσι σάλπιγξ σαλπιεῖ μεγάλη τοῦ λόγου βοῶντος εἰς ἐξάκουστον ἅπασιν ἀνθρώποις. διὸ εἴρηται· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπίσει ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι τοῦ λαοῦ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσι τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἰερουσαλήμ. σημαίνει διὰ μὲν τῶν Αἰγυπτίων τοὺς εἰδωλολάτρας, διὰ δὲ τῶν Ἀσσυρίων τοὺς πολεμίους τοῦ Ἰσραὴλ τοὺς πολιορκητὰς τῆς Ἰουδαίων χώρας γενομένους, οἷς τοῦ λόγου διὰ τῆς εὐαγγελικῆς σάλπιγγος τῆς ὡς ἀληθῶς μεγάλης κηρύξαντος, μεταβαλόντες οἱ ἐν τοῖς ἔθνεσιν εἰδωλολάτραι καὶ οἱ πάλαι ἐχθροὶ καὶ πολέμιοι τῆς τοῦ Ἰσραὴλ θεοσεβείας, ἥξουσι πρὸς τὸν θεὸν ἐπιστρέψαντες, ὡς τοὺς πάλαι ἀπολωλότας ἐν τῇ τῆς εἰδωλολατρίας πλάνῃ, μεταβληθέντας καὶ σπεύσαντας ἐλθεῖν ἐπὶ τὴν τοῦ θεοῦ λόγου γνῶσιν τῆς διὰ Χριστοῦ σωτηρίας τυχεῖν.