Ancient Greek · ~22 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.1.1
Not analysed yet
Ἐν τῇ περὶ τῶν εἰς Αἴγυπτον καταφυγόντων προφητείᾳ τῆς καθολικῆς κρίσεως τοῦ θεοῦ διὰ μέσου μνημονεύσας ὁ λόγος ἐπαναλαμβάνει τὴν πρὸς τοὺς αὐτοὺς ἀπειλὴν διὰ τῶν προκειμένων καὶ ταλανίζει τοὺς κατιόντας εἰς Αἴγυπτον βοηθείας χάριν· ὡς γὰρ μὴ δυναμένου τοῦ θεοῦ μένοντας αὐτούς, ἐν ᾧ αὐτὸς μένειν ἐκέλευσε τόπῳ ῥύσασθαι τῆς τῶν πολεμίων χειρὸς †κατεφεῦρον σωτῆρας αὐτῶν τοὺς εἰδωλολάτρας. οἱ τὸν θεὸν Ἰσραὴλ αὐχοῦντες ἐπιγραφόμενοι πεποιθότες τε ἦσαν ἐπ’ Αἰγυπτίοις ἅρμασί τε καὶ ἵπποις οὐ μεμνημένοι ὡς ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψέ ποτε ὁ αὐτῶν θεὸς εἰς θάλασσαν. διὸ μέμφεται αὐτοὺς ὁ λόγος, ὅτι μὴ πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ τοῦτ’ ἔπραττον· διὸ καταλήψεσθαι αὐτοὺς ἃ μὴ προσεδόκησαν κακὰ ἐπ’ αὐτῆς τῆς Αἰγύπτου ἀπειλεῖ. διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Αἰγύπτιοι δὲ ἄνθρωποι καὶ οὐ θεός, καὶ ἵπποι αὐτῶν σὰρξ ἀλλ’ οὐ πνεῦμα. κύριος δὲ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ καὶ ἀσθενήσει ὁ βοηθός, καὶ πεσεῖται ὁ βοηθούμενος, καὶ πάντες ὁμοῦ συντελεσθήσονται, βοηθὸν μὲν λέγων τοὺς Αἰγυπτίους, βοηθουμένους δὲ τοὺς πρόσφυγας αὐτῶν. διδάσκει δὲ δι’ ὅλης τῆς προκειμένης ἱστορίας ὁ λόγος ἐν τοῖς καιροῖς τῶν διωγμῶν, εἴ ποτε κρίνειεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ ἢ καὶ τὴν ἐκκλησίαν αὐτοῦ παραδοῦναι τοῖς τὴν θεοσέβειαν ἐλαύνουσι, μὴ δεῖν ἀναχωρεῖν τῆς ἐνθέου πίστεως μηδὲ τῆς ἐπὶ τὸν θεὸν πεποιθήσεως ἀφίστασθαι μηδ’ ἀπογινώσκειν τὰς τοῦ θεοῦ διαλλαγὰς μηδὲ ἐπὶ τὸν Αἰγυπτιακὸν βίον αὐτομολεῖν, λέγω δὲ τὸν τῶν εἰδωλολατρῶν· πολλοὶ γὰρ ἐν τοῖς τοιούτοις καιροῖς ἀποστατήσαντες τοῦ τῆς θεοσεβείας λόγου τὰς ἐλπίδας ἀνήρτησαν ἑαυτῶν τῆς τῶν εἰδωλολατρῶν βοηθείας. Ἀλλὰ γὰρ μετὰ τὰ προλεχθέντα πάλιν ἐπισυνάπτει τὴν ἐπάνοδον τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανηξόντων προασπίσοντος αὐτῷ τοῦ θεοῦ καί φησιν ὅτι ὥσπερ λέων τὸ βασιλικὸν καὶ πάντων ἰσχυρότατον θηρίων κινήσας ἑαυτὸν ἐπὶ τροφῆς θήραν ἐπιπηδᾷ προβάτων ποίμνῃ μηδὲ τὰς κραυγὰς τῶν ποιμένων μηδὲ τὸ πλῆθος τῶν ἐλαυνόντων ἐπιστρεφόμενος, οὕτως αὐτὸς ὁ κύριος ἐπιθήσεται τοῖς πολεμίοις καὶ τὸν ἑαυτοῦ λαὸν ἐξ αὐτῶν ῥύσεται ἀποκαταστήσας τε αὐτὸν εἰς τὸν ἑαυτοῦ τόπον τὸν ἐν Ἰερουσαλήμ. οὕτως αὐτῶν ὑπερασπίσει ὥς ἐστιν ἰδεῖν πολλάκις ἐν τῇ τῶν ὀρνέων φύσει τὰς τῶν νεοττῶν μητέρας περιιπταμένας ἀμφὶ τὴν καλιὰν καὶ τῶν νεοττῶν ὑπερμαχούσας, οὕτως γὰρ καὶ αὐτὸς ὑπερασπίσει τῆς Ἰερουσαλήμ. ἐπαγγειλάμενος τῆς Ἰερουσαλὴμ ὑπερασπίσειν ὁ θεὸς προσφωνεῖ τοῖς εἰς τὴν Αἴγυπτον εἰσεληλυθόσιν ἑξῆς λέγων· ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον. ἔξεστι γὰρ εἰσέτι καὶ νῦν μετανοήσαντας ἐπανελθεῖν εἰς τὴν ἑαυτῶν γῆν, μαθόντας ὁποῖα ἐπήγγελται περὶ αὐτῆς ὁ θεός. Εἶτ’ ἐπαγγέλλεται ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ’ ὃν τὰ τῆς ἐπανόδου γενήσεται τῷ λαῷ, οὐκέτ’ εἰδωλολατρίαν ἐν αὐτοῖς συστήσεται. διό φησιν· ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελοῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα. καὶ τοῦτο δὲ παρίστησιν ἡ ἱστορία· μετὰ γὰρ τὸ ἐπανελθεῖν αὐτοὺς ἀπὸ Βαβυλῶνος καὶ ἀνεγεῖραι δεύτερον τὸν ἐν Ἱεροσολύμοις ναὸν οὐκέτι φαίνονται εἰδώλοις χρησάμενοι. Εἶτα ἐπειδήπερ τὸν Ἀσσύριον φοβούμενοι κατέλιπον τὴν ἐν τῇ Ἰουδαίᾳ οἴκησιν καὶ κατέφυγον ἐπὶ τὴν Αἴγυπτον, ἐπαγγέλλεται αὐτοῖς τὴν τοῦ Ἀσσυρίου πτῶσιν λέγων· καὶ πεσεῖται ὁ Ἀσσοὺρ μαχαίρᾳ οὐκ ἀνδρός. σημαίνει δὲ τὴν καθαίρεσιν τῆς τῶν Ἀσσυρίων βασιλείας καὶ τὴν πτῶσιν αὐτῶν, ὥσπερ ἀφ’ ὕψους τοῦ προτέρου βασιλικοῦ ἀξιώματος ἐπὶ τὸ ταπεινὸν φερομένου· καὶ τοῦτο αὐτοῖς φησι συμβήσεται οὐκ ἐξ ἀνθρωπίνης ἐφόδου, ἀλλ’ ἐκ τῆς τοῦ θεοῦ κατ’ αὐτῶν ὀργῆς. εἰ γὰρ καὶ τὰ μάλιστα ἐδόκουν ἄνθρωποι ὑπηρέται γεγονέναι τῆς καθαιρέσεως αὐτῶν, ἀλλ’ αὐτὸς ἦν ὁ θεὸς ὁ διὰ τῶν ἀνθρώπων καθαιρῶν αὐτούς. διὸ ἀνωτέρω ἐλέγετο ἐν τῇ περὶ Βαβυλῶνος προφητείᾳ· ἰδοὺ ἐγὼ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους. Ἀντὶ δὲ τοῦ· πέτρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται, τάδε λέγει κύριος, ὁ Σύμμαχος οὕτως ἐξέδωκε· πέτρα αὐτοῦ ,δῆλον δ’ ὅτι τοῦ Ἀσσυρίου, φοβερὰ παρελεύσεται καὶ ἡττηθήσονται οἱ ἄρχοντες αὐτοῦ φησι κύριος. πέτραν δὲ λέγει τοὺς Ἀσσυρίους, τὸ πάλαι στερρὸν καὶ βέβαιον καὶ ἰσχυρὸν τῆς βασιλείας αὐτοῦ, ὅπερ παρελεύσεται ὁ λόγος φησὶ τὴν καθαίρεσιν αἰνιττόμενος τῆς τῶν Ἀσσυρίων δυναστείας. εἶτά φησι· Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ. καὶ διὰ τούτου δὲ προτρέπει τοὺς εἰς τὴν Αἴγυπτον ὁρμήσαντας μὴ ἀναχωρεῖν τοῦ τόπου, ἔνθα ἦν ὁ νεὼς τοῦ θεοῦ· ἀλλὰ καὶ μακαρίζει τοὺς ἕξοντας ἐν Σιὼν σπέρμα καὶ ἐν Ἰερουσαλὴμ οἰκείους διὰ τὸ μέλλειν αὐτὴν ἀνανεοῦσθαι καὶ τὴν οἰκείαν αὖθις ἀναλαμβάνειν δόξαν ἢ καὶ κρείττονα ἧς εἶχε πρότερον. διὸ ἐλέγετο ἐν ἑτέροις· καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. εἰδέναι δὲ χρή, ὅτι τὸ μὲν μακάριος οὐδεὶς τῶν ἑρμηνευτῶν εἴρηκεν. ἀντὶ δὲ τοῦ· ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ, ὁ μὲν Σύμμαχός φησιν· κύριος ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἰερουσαλήμ, ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων φῶς αὐτῷ ἐν Σιὼν καὶ κλίβανος αὐτῷ ἐν Ἰερουσαλὴμ εἰρήκασι, διδάσκοντος τοῦ λόγου ὅτι ὁ τῶν ὅλων θεὸς καὶ κύριος ὁ κατὰ τοῦ Ἀσσυρίου ἀπειλήσας τὰ λελεγμένα ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἰερουσαλήμ, ἵν’ ὅτε βούλεται τῷ πυρὶ τούτῳ καὶ τῷ κλιβάνῳ κατακαύσῃ καὶ κατοπτήσῃ τοὺς καύσεως δεομένους. διὸ οὐ προσήκει καταφρονεῖν τῆς τοῦ θεοῦ πόλεως. ταῦτα δὲ καὶ περὶ τῆς ἐκκλησίας εἰκότως ἂν ῥηθείη, ἐπειδήπερ ἡ πόλις τοῦ θεοῦ ἡ δεδοξασμένη αὐτή ἐστι, περὶ ἧς εἴρηται· δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ, καί· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ. ἔστι γὰρ καὶ ἐν αὐτῇ πῦρ καὶ κλίβανος εἰς τὸ καταφλέγειν καὶ ἀναλίσκειν τὰ ἐν ἑκάστῃ ψυχῇ ξύλα καὶ χόρτον καὶ καλάμην. ἐὰν δὲ λέγηται· φῶς αὐτῷ ἐν Σιὼν καὶ κλίβανος αὐτῷ ἐν Ἰερουσαλήμ, διὰ μὲν τοῦ φωτὸς ἀξίους τῶν συναγομένων τὸ φῶς εἰρῆσθαι ἐκλεξόμεθα, διὰ δὲ τῆς καύσεως καὶ καθάρσεως χρείαν ἔχοντας τό· κλίβανος ἐν Ἰερουσαλήμ.