# Commentarius in Isaiam 2.10.1

Eusebius, Commentarius in Isaiam, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarius-in-isaiam/2.10.1

Ἱστορία μέν ἐστιν ἡ προκειμένη καὶ διήγησις θαυμαστὴ πραγμάτων κατὰ τοὺς χρόνους Ἑζεκίου γενομένων· ἀνείληπταί τε μετὰ λοιπῶν ἱστοριῶν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν καὶ τῇ δευτέρᾳ τῶν Παραλειπομένων. ὅμως δ’ οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ ἢ βίβλῳ καταβέβληται διὰ τὸ ἐμφέρεσθαι πρὸς τῷ τέλει τῆς ἱστορίας προφητείαν καί τινα μεγάλην καὶ παράδοξον πρᾶξιν ἐπιτελεσθεῖσαν κατὰ τοὺς χρόνους Ἑζεκίου. καὶ τοῦτο δὲ σημειωτέον ὡς ἐν τῷ ἕκτῳ ἔτει τῆς βασιλείας Ἑζεκίου ὁ τῶν Ἀσσυρίων βασιλεὺς οὗτος αὐτὸς ὁ Σεναχηρεὶμ ἐπιστὰς τῇ Σαμαρείᾳ τὴν ἐν αὐτῇ καθεῖλε βασιλείαν τοῦ Ἰσραὴλ πάντα τὸν καλούμενον λαὸν Ἰσραὴλ αἰχμάλωτον ἀπαγαγὼν εἰς τὴν τῶν Ἀσσυρίων χώραν, ἑπτὰ δὲ μεταξὺ διαγενομένων ἐτῶν κατὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος Ἑζεκίου ταῖς τῆς Ἰουδαίας πόλεσιν ἐπιθέμενος τὰς μάλιστα ἐν αὐτῇ ὀχυρωτάτας εἷλε πόλεις, ἤδη δὲ καὶ αὐτῇ ἐπεχείρει τῇ Ἰερουσαλήμ. πλεῖστα δὲ μνήμης ἄξια ἀγαθῆς κατορθώματα τοῦ Ἑζεκίου ἡ τῶν Παραλειπομένων γραφὴ διελθοῦσα ὡς ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ καὶ ὡς ἀνέῳξε τὰς θύρας οἴκου κυρίου καὶ ἐπεσκεύασεν αὐτὰς ἀφανισθείσας κατὰ τοὺς χρόνους Ἄχαζ τοῦ πατρὸς αὐτοῦ καὶ ὡς καθεῖλε τὸ ἱερὸν καὶ τοὺς ἐν αὐτῷ λειτουργοῦντας ἱερεῖς, ὅπως τε τὴν τοῦ πάσχα ἐπετέλεσεν ἑορτὴν ὡς μαρτυρεῖσθαι, ὅτι ἀπὸ ἡμερῶν Σολομῶντος υἱοῦ Δαυὶδ βασιλέως Ἰσραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ἰερουσαλὴμ καὶ ὡς ἐξέκοψε τὰ ἄλση καὶ κατέσπασε τὰ ὑψηλὰ καὶ τοὺς βουνοὺς καὶ πᾶσαν τὴν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐπιπολάσασαν καθ’ ὅλης τῆς Ἰουδαίας εἰδωλολατρίαν καὶ ὡς ἐποίησε τὸ καλὸν καὶ ἀληθὲς ἐνώπιον κυρίου τοῦ θεοῦ καὶ ἐν παντὶ ἔργῳ, ᾧ ἤρξατο ἐν ἐργασίᾳ, ἐν οἴκῳ κυρίου καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐζήτησε τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ ἐποίησε καὶ εὐωδώθη. ταῦτα καὶ τούτοις ἀδελφὰ μυρία μαρτυρήσασα περὶ αὐτοῦ ἡ γραφὴ ἐπιλέγει· καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθε Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐν τῇ Ἰουδαίᾳ καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπε προκαταλαβέσθαι αὐτάς. εἶτα διδάσκει, ὡς ὁ Ἑζεκίας καίτοι πεποιθὼς ἐπὶ τὸν θεὸν ὅμως οὐκ ἠμέλει τῆς ἀσφαλείας τῶν τόπων. διὸ στρατηγικῶς τὰς μὲν ἐκτὸς τῆς πόλεως πηγὰς ἀπέφραττεν, ὡς ἂν μὴ εὕροι ὁ πολέμιος ἐπιστὰς τοῖς τόποις ὕδατα, αὐτῆς τε τῆς Ἰερουσαλὴμ περιέφραττε τὸ τεῖχος, ἐκτὸς δὲ ἄλλο προτείχισμα ἐποίει, ὅπλων τε προὐνόει καὶ πάσης πολεμικῆς παρασκευῆς. εἶθ’ ὡς μετὰ τοσαύτην σπουδὴν συγκαλέσας τὰ πλήθη λόγοις αὐτοὺς θεοσεβέσιν ἐρώννυε λέγων, μὴ δεῖν μηδένα πολέμιον φοβεῖσθαι, ἐπειδήπερ φησί· μεθ’ ἡμῶν πλείονες ἢ μετ’ αὐτῶν· μετὰ γὰρ τοῦ Ἀσσυρίου βραχίονας εἶναι σαρκίνους, μεθ’ ἡμῶν δέ φησι κύριος ὁ θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. οἷς ἐπιφέρεται· καὶ κατεθάρσησεν ὁ λαὸς τοῖς λόγοις Ἑζεκίου βασιλέως Ἰούδα. καὶ μετὰ ταῦτα ἀποστέλλει Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἀπὸ Λαχεὶς τοὺς παῖδας αὐτοῦ ἐπὶ Ἰερουσαλὴμ πρὸς Ἑζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντα τὸν ἐν Ἰερουσαλὴμ λαὸν λέγων τὰ προκείμενα. πρὸς τοῖς ἄλλοις τοίνυν κατορθώμασι τοῦ Ἑζεκίου γυμνάσιον ἀρετῆς καὶ πλείονος θεοσεβείας ἔνδειξιν παρεῖχεν ὁ θεὸς αὐτῷ διὰ τῆς πρὸς τὸν πόλεμον παρατάξεως, ἐν ᾗ διέλαμψε πάντα μὲν στρατηγικῶς τὰ πρὸς τὸν πόλεμον παραταξάμενος, τὸ δὲ πᾶν ἀναθεὶς τῷ θεῷ, τοῖς τε ὑπ’ αὐτῶν πλήθεσι θεοσεβῆ διδασκαλίαν παραγγείλας. ἀλλ’ οὐ τοιοῦτος ἦν ὁ Ἄχαζ ὁ τούτου πατήρ, ὃς ποτὲ μὲν τῷ Βαβυλωνίῳ ἑαυτὸν κατεδούλου καὶ πάντα τὸν ὑπ’ αὐτῷ λαόν, ποτὲ δὲ ὑπὸ τῶν Σύρων τῶν τὴν Δαμασκὸν οἰκούντων ἡλίσκετο. οὐκοῦν ἀρετῆς ἔνδειξιν τῷ Ἑζεκίᾳ παρεῖχεν ὁ θεὸς συγχωρῶν τῷ Ἀσσυρίῳ πλησιάζειν τῇ Ἰερουσαλήμ. τηρητέον δὲ ὡς τῶν ἐν τούτοις ὀνομαζομένων ἀνδρῶν, λέγω δὲ τοῦ Ἐλιακὶμ καὶ τοῦ Σομνᾶ, καὶ διὰ τῶν ἔμπροσθεν μνήμην ἐποιεῖτο ὁ προφήτης ἐν τῷ ῥήματι τῆς φάραγγος Σιών, ἐν ᾧ εἴρηται· Πορεύου εἰς τὸ παστοφόριον πρὸς Σομνᾶν τὸν ταμίαν καὶ ἑξῆς, καὶ καλέσω τὸν παῖδά μου Ἐλιακὶμ τὸν τοῦ Χελκίου. ἀναγκαία δὲ ἡμῖν ἡ ἐπιτήρησις εἰς τὸ ἐφαρμόσαι τῇ προκειμένῃ ἱστορίᾳ τοὺς ἐν ἐκείνῃ τῇ προφητείᾳ φερομένους λόγους. φασὶ δὲ παῖδες Ἑβραίων τὸν Σομνᾶν τοῦτον αὐτομολῆσαι πρὸς τὸν Ἀσσύριον, ὕστερον δεξιὰν αὐτῷ σὺν ἑτέροις δεδωκότα διὰ τὸν ἐξ αὐτοῦ φόβον. καὶ τούτου χάριν τὰ διὰ τῶν ἔμπροσθεν προφητευθέντα περὶ αὐτοῦ λελέχθαι. Ὅσης δὲ ἀλαζονείας καὶ ἀπονοίας πεπλήρωτο ἡ τοῦ πολεμίου φωνὴ δηλοῖ φάσκουσα· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς Ἀσσυρίων, ὥσπερ τις ἀντικειμένη δύναμις τῷ προφητικῷ λόγῳ τῷ φάσκοντι· Τάδε λέγει κύριος, καὶ οὗτος ἐβόα· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς Ἀσσυρίων. εἶτ’ ἐπειδήπερ οὐκ ἠγνόουν οἱ πολέμιοι δι’ εὐχῶν κρατεῖν καὶ διὰ λόγων θεοσεβῶν τὸν Ἑζεκίαν καὶ τοὺς σὺν αὐτῷ, ταῦτα αὐτὰ διαβάλλει ὁ τοῦ Ἀσσυρίου στρατηγὸς λέγων ὡς πρὸς παρόντα τὸν Ἑζεκίαν· Τίνι πεποιθὼς εἶ; μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίγνεται; εἶτα προκαλεῖται αὐτὸν ἐπὶ τὴν δι’ ὅπλων συμβολήν, πρὸς ὃν εἴποιεν ἂν Ἑζεκίας καὶ οἱ σὺν αὐτῷ· οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. κατὰ δὲ τὸν Σύμμαχον ἀντὶ τοῦ· Τίνι πεποιθὼς εἶ; τοῦτον εἴρηται τὸν τρόπον· Τί τὸ θάρσος τοῦτο ὃ ἐθάρσησας; εἶπα· πλὴν λόγος χειλέων μου εἰς βουλήν, δύναμις δὲ εἰς πόλεμον. Συκοφάντης δὲ ὢν ὁ ἐχθρὸς καταψεύδεται τοῦ Ἑζεκίου λέγων· ἰδοὺ πεποιθὼς εἶ ἐπ’ Αἴγυπτον καὶ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, ὃς τοῖς ἐπερειδομένοις αὐτῷ καὶ ἐπιθαρσοῦσι παντὸς γίνεται πολεμίου χείρων οὐκ εἰδὼς φυλάττειν συνθήκας τοῖς πρόσφυξιν. ὅθεν ἐοικέναι αὐτὸν ῥάβδῳ καλαμίνῃ ὁμοῦ καὶ τὸ σαθρὸν ἐχούσῃ ἐκ φύσεως καὶ τὸ βλαβερὸν τοῖς ἐπερειδομένοις αὐτῇ. προτάξας δὲ τὴν περὶ τῶν Αἰγυπτίων συμμαχίαν ὡς ἐν παρέργῳ ὁ αὐτὸς μέμνηται τῆς παρὰ τοῦ θεοῦ βοηθείας, ᾗ ἐπεποίθει αὐτός τε ὁ Ἑζεκίας καὶ ὁ σὺν αὐτῷ πᾶς λεὼς ἔτι πρὸς τούτοις, ἅτε μὴ εἰδὼς τὸν θεὸν τοῦ Ἰσραὴλ αὐτὸν εἶναι τὸν ἐπὶ πάντων θεόν, τὴν καθαίρεσιν τῆς εἰδωλολάτρου πλάνης ὑπὸ Ἑζεκίου γενομένην αὐτοῦ εἶναι ἐνόμιζεν τοῦ τῶν ὅλων θεοῦ. διὸ μάτην φησὶν ἐπιθαρσεῖν ἐπὶ τὸν θεὸν τὸν καθελόντα αὐτοῦ τὰ ὑψηλὰ καὶ τὰ θυσιαστήρια πεπλανημένος καὶ οὐκ εἰδώς, ὅτι τοῦ θεοῦ ἦν ἀλλότρια τὰ καθαιρεθέντα ὑπὸ Ἑζεκίου. Εἶτα τούτοις ἑξῆς ὡς μὴ ἐπισταμένοις ἱππάζεσθαι τοῖς Ἰουδαίοις αὐτὸς μὲν δώσειν ἔλεγε δισχιλίαν ἵππον, τὸν δὲ Ἑζεκίαν μὴ δύνασθαι παρασχεῖν ἀναβάτας αὐτοῖς. καὶ εἰκός γε ἦν τὸν βασιλέα θεοσεβῆ καὶ νόμιμον ὄντα διὰ τὸ λέγεσθαι ἐν τῷ Μωσέως νόμῳ περὶ τοῦ μέλλοντος εὐσεβῶς βασιλεύειν, ὅτι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας τοῦ νόμου χάριν μὴ πεφιλοκαληκέναι περὶ τὸ μέρος τὸ ἱππικόν, ἀλλ’ ἐπεὶ λέγει ὁ Ἀσσύριος· εἰ μὴ βούλεσθε παρασχεῖν ἀναβάτας τοῖς ὑφ’ ἡμῶν παρισταμένοις ὑμῖν ἵπποις διὰ τὸ ἀπείρους εἶναι ἐφ’ ἵππων παρατάξεως. Πῶς δύνασθε ἀποστρέψαι εἰς τὸ πρόσωπον τῶν ἡμετέρων τοπαρχῶν; ἀντὶ δὲ τοῦ· καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς τὸ πρόσωπον τῶν τοπαρχῶν; ὁ Σύμμαχος· καὶ πῶς ὑποστήσῃ φησὶ τὸ πρόσωπον ἄρχοντος ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν μικρῶν; εἰ δὲ διὰ τὸ μὴ ἔχειν ὑμᾶς ἱππικὴν στρατείαν τοῖς τῶν Αἰγυπτίων φησὶν ἵπποις τε καὶ ἀναβάταις πεποίθατε, γινώσκετε ὡς καὶ αὐτοὶ Αἰγύπτιοι ἡμέτεροι τυγχάνουσιν οἰκέται· οὐκοῦν πολὺ πρότερον καὶ οἱ ἐπιθαρσοῦντες ἐκείνοις οὐδὲν ἀληθὲς λέγων· οὐ γὰρ τῇ ἐπ’ Αἰγυπτίους πεποιθήσει, τοῦ δὲ θείου νόμου φυλακῆς ἕνεκα τῆς τῶν ἵππων παρασκευῆς ἠμέλουν. Εἶτ’ ἐπειδήπερ προκεχωρήκει τῷ Ἀσσυρίῳ τὰ κατὰ τῆς Σαμαρείας καὶ τῆς Δαμασκοῦ καὶ καθ’ ἑτέρων πλείστων ἐθνῶν πεπραγμένα, συλλογίζεται ὥς γε αὐτῷ ἐδόκει λέγων· μὴ ἄνευ θεοῦ πάσας ταύτας εἴληφα; οὐ γὰρ ἂν ἐκράτησα τῶν τοσούτων μὴ αὐτοῦ τοῦ πάντων τὴν ἐξουσίαν ἔχοντος ἐμοὶ παραδεδωκότος αὐτοὺς ὑποχειρίους ὥστε προστάγματι θεοῦ ὑπηρετούμενος καὶ ἐπὶ τὴν ὑμετέραν ἀνῆλθον χώραν· κύριος γάρ φησιν εἶπε πρός με Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν. δεῖγμα δέ φησιν ἐναργὲς τοῦ κατὰ πρόσταγμα θεοῦ ταῦτα γεγενῆσθαι τὸ τὴν Σαμάρειαν ἑλεῖν καὶ πάντα τὸν Ἰσραὴλ ἀπαγαγεῖν αἰχμάλωτον. ὡς γὰρ ἐκείνους ἀδελφοὺς ὄντας ὑμετέρους εἷλον, οὐκ ἄλλως ἢ τοῦ θεοῦ βουλομένου, τὸν αὐτὸν τρόπον αὐτοῦ νεύματι καὶ ὑμᾶς λήψομαι. εἴτε δὲ ἐκ τοῦ εἰκότος ταῦτα ἔφασκεν στοχαζόμενος τοῦ κεκρατηκέναι τοῦ χρηματίζοντος λαοῦ τοῦ θεοῦ, λέγω δὴ τοῦ Ἰσραήλ, εἴτε καὶ ἀληθῶς ᾔσθετο θεοῦ ὑποβαλόντος αὐτοῦ τοῖς λογισμοῖς τῇ τῶν Ἰουδαίων ἐπελθεῖν χώρᾳ διὰ τὰς πεπραγμένας αὐτοῖς παρανομίας καὶ αὐτὸς ἐπιστήσεις. ἀλλὰ γὰρ ἐν τοῖς πρώτοις ταῦτα εἰπὼν ὁ Ῥαψάκης ἐπὶ τέλει τοῦ λόγου προτρέπει ἐπαγγελίαις τὰ ἐπ’ αὐτοῖς τείχεσι καὶ πύργοις τῆς πόλεως ἑστῶτα πλήθη παραδοῦναι τὴν πόλιν, ἐφ’ αἷς πεποίηται ὑποσχέσεσι καὶ ἐπειδὴ βεβόητο εἰς πάντας ἡ τοῦ Ἑζεκίου θεοσέβεια, διαβάλλειν αὐτὸν πρὸς τὰ πλήθη πειρᾶται λέγων· Μὴ ἀπατάτω ὑμᾶς Ἑζεκίας λέγων Ὁ θεὸς ῥύσεται ὑμᾶς. καὶ ἀνωτέρω δὲ ἔφασκεν· ὃς ἀφεῖλε τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ· οὐ γὰρ ἠγνόει χαίροντα τὰ πλήθη τούτοις ἐν τῷ πρὸ τούτου χρόνῳ κατὰ τὴν Ἄχαζ βασιλείαν. διὸ ὡς ἔτι περὶ αὐτὰ διακειμένοις αὐτοῖς τὸν Ἑζεκίαν διέβαλλε, δι’ ὧν κατηγόρει μεγίστην θεοσεβείας μαρτυρίαν παρέχων τῷ ὄντι· καλὸν γὰρ τοιαῦτα διαβάλλεσθαι ὑπὸ ἐχθρῶν, ἐφ’ οἷς ἄν τις κατὰ θεὸν σεμνύνοιτο. εἶτ’ ἐπιλέγει· Μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν; καὶ ἐπιλέγει· Ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ Ἀρφάδ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Ἐπφαρουέμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρῶν μου; δι’ ὧν παρέστησε τὸ αἴτιον τοῦ παραδεδόσθαι αὐτῷ τὴν Σαμάρειαν καὶ τὸν Ἰσραήλ. τοῦτο δὲ ἦν τὸ πολλοῖς προσέχειν θεοῖς παρὰ τὸν πάτριον νόμον. εἶτα συλλογιζόμενος ὡς οὐκ ἐδυνήθησάν φησιν οἱ θεοὶ τῶν ἐθνῶν ἐξελεῖν τοὺς αὐτοῖς ᾠκειωμένους, οὕτως οὐδὲ ὁ τῆς Ἰερουσαλὴμ θεὸς διασῶσαι δυνήσεται τοὺς ἐν αὐτῇ, οὐδὲν διαφέρειν νομίζων τὸν ἐν τῇ Ἰερουσαλὴμ τιμώμενον τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι πεπλανημένως θεῶν νομιζομένων. Πρὸς δὴ τὰς τοιαύτας μεγαλαυχίας καὶ βλασφημίας τοῦ Ῥαψάκου ἐκ παραγγέλματος βασιλικοῦ σιωπὴν εἶχον οἱ ἀκούοντες μηδὲν ἀποκρινόμενοι διὰ τὸ τὸν βασιλέα τοῦτο προστάξαι. πολλῆς τε συνέσεως καὶ εὐσεβείας δεῖγμα ἦν τοῦ Ἑζεκίου τὸ κελεῦσαι μὴ ἀποκρίνασθαι τοιαῦτα θρασυνομένῳ· μηκέτι γὰρ πρὸς ἀνθρώπους ἔχειν τὸν τοιαῦτα κατὰ τοῦ θεοῦ φθεγξάμενον, μηδὲ γὰρ προσήκειν τὸν εὐλαβῆ βλασφήμῳ προσδιαλέγεσθαι ἀνδρὶ ὡς ἂν μὴ ἐρεθίζοιτο εἰς ἑτέρας ἐκπίπτειν βλασφημίας. διὸ εἴρηταί που· μὴ ἔκκαιε ἄνθρακα ἁμαρτωλοῦ, ἀλλὰ μηδ’ ὅσιον εἶναι λόγων τοῖς τοιούτοις κοινωνεῖν μηδὲ ὠφελήσειν τι προσδοκᾶν τοὺς ἀνίατα τὴν ψυχὴν νοσοῦντας, μόνον δὲ πεφράχθαι δεῖν ὥσπερ τισὶν ὅπλοις καὶ πανταχόθεν ἠσφαλίσθαι τῇ σιωπῇ κρύπτοντας μὴ ἑαυτοῖς τοὺς ἀληθεῖς λόγους, περιμένοντας δὲ τὴν ἐκ τοῦ θεοῦ κατὰ τῶν βλασφήμων κίνησιν. ταῦτα παραγγείλαντος τοῦ βασιλέως ἐπιστημόνως τὸ προσταχθὲν ἐποίουν οἱ τοῦ πλήθους προεστῶτες, ὃ δὴ καὶ ἡμῖν ποιητέον ἐστὶν ἐν καιροῖς διωγμῶν ἢ ἐν κοιναῖς ἀθέων καὶ βλασφήμων ἀνδρῶν διαλέξεσιν.

---

Eusebius Caesariensis, Commentarius in Isaiam, ed. Joseph Ziegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg019.local001/.
