# Commentarius in Isaiam 2.14.1

Eusebius, Commentarius in Isaiam, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarius-in-isaiam/2.14.1

Ὁ εἰπὼν θεός· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, τοὺς πολεμίους πατάξας κρίσει δικαίᾳ δι’ ἑνὸς ἀγγέλου τὸν θεοφιλῆ βασιλέα ἰάσατο καὶ ἐζωοποίει ῥυόμενος αὐτὸν ἐκ θανάτου δι’ ἑαυτοῦ. καλῶς οὖν ἐπεσημήνατο φήσας· ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἑζεκίας ἕως θανάτου, ἢ κατὰ τὸν Ἀκύλαν· τοῦ ἀποθανεῖν, ἢ κατὰ τοὺς λοιπούς· εἰς θάνατον· ἐν γὰρ ἐκείνῳ τῷ καιρῷ, καθ’ ὃν τὰ προλεχθέντα πεπόνθασιν οἱ Ἀσσύριοι, ὁ τοῦ θανάτου καιρὸς ἐπέστη τῷ Ἑζεκίᾳ. βουλόμενος δὲ σῶσαι αὐτὸν ὁ θεὸς οὐκ ἐν ἀδήλῳ κατέλιπε τὸ μέλλον τὴν μαλακίαν αὐτοῦ διαδέξασθαι τέλος. διὸ προφάσεις αὐτῷ σωτηρίας παρέχων τὸ τῆς ἀρρωστίας τέλος φανερὸν αὐτῷ καθίστη διὰ τοῦ προφήτου, ὡς ἂν μαθὼν προσεύξοιτο καὶ προσευξάμενος τύχοι προσθήκης ζωῆς καὶ μετὰ τὸν ὡρισμένον κατ’ αὐτοῦ θάνατον, διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς οὐκ ἀνάγκη τις εἱμαρμένης τῆς ἀνθρωπίνης ζωῆς οὐδ’ ἀπαράτρεπτος ἀνθρώποις καιρὸς ὥρισται θανάτου. θεὸς δὲ αὐτὸς κρατῶν ἁπάντων καὶ ζωῆς αἴτιος καὶ θανάτου τυγχάνει, δι’ οὓς οἶδεν αὐτὸς λόγους ἕκαστον τῶν εἰς τὸν βίον παριόντων κατὰ τούσδε ἢ τούσδε τοὺς χρόνους παράγων καὶ ἐπὶ τοσοῖσδε ἢ τοσοῖσδε ἔτεσι καὶ διὰ τοιᾶσδε ἢ τοιᾶσδε συνάγων τελευτῆς, μόνῳ τε αὐτῷ καὶ τοὺς ἐν αὐταῖς ὡς εἰπεῖν ταῖς τοῦ θανάτου πύλαις γενομένους δυνατόν ἐστιν ἀνακαλέσασθαι· ὡς νῦν μὲν τὸν Ἑζεκίαν ἐξ ἀρρωστίας θανατικῆς διασώσασθαι καὶ προσθήκην αὐτῷ ζωῆς χαρίσασθαι ὅλων ἐτῶν πέντε καὶ δέκα· ἑτέρους δὲ καὶ μετὰ τὸ τεθνάναι ἀναβιῶναι ποιῆσαι, ὅσους ἡ θεία παρίστησι γραφή. ὡς ἐξ ἅπαντος λελύσθαι τοὺς περὶ εἱμαρμένης λόγους διὰ τὸ καὶ αὐτῆς ἀνάγκης καὶ πάσης οὐσίας τε καὶ φύσεως τὸν ἐπὶ πάντων θεὸν κρατεῖν. ταῦτ’ εἰδὼς ὁ Ἑζεκίας, ὅτε μὲν ὑγιὴς τὸ σῶμα ἦν, ἐπὶ τὸν νεὼν ἔσπευδε τοῦ θεοῦ κἀκεῖ τὸν θεὸν αὐτοῦ τε καὶ τοῦ λαοῦ καὶ τῆς πόλεως σωτῆρα γενέσθαι ἀνεκαλεῖτο· ἐπεὶ δὲ τοῦτο πράττειν ἐπὶ τοῦ παρόντος ἀπεῖργεν ἡ νόσος, ἐξ αὐτῆς στρωμνῆς τὴν εὐχὴν ἀνέπεμπε τῷ θεῷ πανταχοῦ παρεῖναι καὶ παντὸς εἶναι θεοσεβοῦς ἐπήκοον πεπεισμένος. εἶτ’ αὐτὸ μόνον μνημονεύσας σὺν πολλῇ παρρησίᾳ ὡς εὐαρέστως αὐτῷ βεβιωκὼς εἴη, οὐκέτι προσετίθη τὴν παραίτησιν τοῦ θανάτου οὐδὲ χρόνους ζωῆς ἐξῃτεῖτο· εἰδὼς τὸν θεὸν τῶν κατὰ διάνοιαν αὐτοῦ λογισμῶν ὄντα ἐπιγνώμονα τῷ νεύματι τὸ τῆς εὐχῆς ἐπιτρέπων τέλος προσετίθει καὶ κλαυθμὸν μέγαν, ἐφ’ ᾧ τὸν νοῦν ἐπιστῆσαι ἄξιον. τί δή ποτε τούτῳ κέχρητο ὁ θεοσεβὴς ἀνὴρ ἀγαθὰς αὐτῷ δέον τὰς μετὰ θάνατον ὑπογράφειν ἐλπίδας, ὅτε μάλιστα αὐτὸν ἀνεκαλεῖτο μάρτυρα τὸν θεὸν ἀγαθῇ συνειδήσει τοῦ μετὰ ἀληθείας καὶ ἐν καρδίᾳ ἀληθινῇ εὐαρέστως αὐτῷ βεβιωκέναι. Τὸ μὲν οὖν αἴτιον τοῦ κλαυθμοῦ προϊὼν αὐτὸς διδάξει, τέως δὲ ὁ προφήτης ἅμα τῷ δεηθῆναι τοῦ θεοῦ τὸν βασιλέα δεύτερον ἀποσταλεὶς παρὰ τοῦ θεοῦ· Τάδε λέγει κύριος ὁ θεὸς Δαυὶδ τοῦ πατρός σου ἔλεγε. πατέρα δὲ αὐτοῦ τὸν Δαυὶδ ὁ θεὸς ἐκάλει τὴν ἀνωτάτω μαρτυρίαν αὐτῷ παρέχων ὡς ἀξίῳ τὸν θεοφιλῆ πατέρα ἐπιγράφεσθαι τῆς τῶν τρόπων ὁμοιότητος χάριν. διὸ καὶ ἐν ταῖς ἱστορίαις ἐμνημονεύετο πεποιηκὼς τὸ εὐθὲς κατὰ πάντα ὡς Δαυίδ . διὸ διὰ τοῦ προφήτου φησὶν ὁ θεός· Ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου. ἐπεὶ καὶ οἱ λόγοι τῆς προσευχῆς οὐκ ἐν πολυλογίᾳ περιεχόμενοι ἄξιοι τῶν ἀκοῶν ἦσαν τοῦ θεοῦ καὶ τὸ τῶν δακρύων ἔργον κατὰ καιρὸν εὐλόγως καὶ ἀναγκαίως γενόμενον τοὺς τῆς ἐπισκοπῆς τοῦ θεοῦ εἷλκε πρὸς αὐτὸν ὀφθαλμοὺς ἐπικλῶν αὐτοῦ τὸ φιλάνθρωπον. διὸ καὶ ἐπινεύει αὐτῷ ζωῆς προσθήκην ἔργῳ παριστάς, ὡς οὔτε φύσει ἀτάκτῳ θάνατος ἀνθρώποις ὥρισται οὔτε ἀνάγκῃ ἀπαραιτήτῳ. οὐ μόνον δὲ χρόνους αὐτῷ ζωῆς, ἀλλ’ ἐκ περιουσίας οἷα θεὸς καὶ εὐζωΐαν αὐτῷ τὴν ἐν εὐσταθεῖ καὶ εἰρηναίῳ βίῳ ἐπαγγέλλεται, αὐτόν τε ὁμοῦ καὶ τὸν σὺν αὐτῷ λαὸν καὶ τὴν πόλιν ἐκ τῆς τῶν πολεμίων χειρὸς διασώσειν ὑπισχνούμενος, σημεῖόν τε αὐτῷ παρεῖχε τῆς τῶν εἰρημένων πίστεως δι’ ἑτέρου παραδόξου. διό φησι· τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει ὁ θεὸς τὸ ῥῆμα τοῦτο· ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς, κατὰ δὲ τὸν Σύμμαχον· ἰδού φησιν ἐγὼ παλινδρομήσω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος ἐν τῷ ὡρολογίῳ Ἄχαζ τοῦ πατρός σου ὀπισθίως δέκα ἀναβάσεις. πῶς δὲ οἶκος ἦν τοῦ πατρὸς Ἑζεκίου, λέγω δὴ τοῦ Ἄχαζ ἀνδρὸς εἰδωλολάτρου, ὁ εἰσέτι καὶ νῦν δεικνύμενος ἐν Ἱεροσολύμοις οἶκος ἀμφὶ τὸν περίβολον τοῦ ἱεροῦ τυγχάνων ὃν εἰσέτι καὶ νῦν Ἑζεκίου καλοῦσιν, οὐκ ἔχω λέγειν αὐτός. διόπερ ἀναγκαίως τῇ τοῦ Συμμάχου ἑρμηνείᾳ τὸν νοῦν ἐπιστήσας οὐκ οἶκον τοῦ Ἄχαζ ὀνομαζόμενον εὗρον τὸν τόπον, ἀλλ’ ὡρολόγιον τοῦ Ἄχαζ καὶ μήποτε ἡ ἐν τῷ τόπῳ κατασκευὴ τῶν βαθμῶν εἰς ὡρολόγιον πεποίητο τοῦ Ἄχαζ ἐκ τῶν ἐν αὐταῖς ἡλίου βολῶν τὰς ὥρας τῆς ἡμέρας ἐπισημαίνεσθαι εἰωθότος. κατὰ δὲ τὸν Ἀκύλαν· ταῖς ἀναβάσεσιν Ἄχαζ εἴρηται, καὶ κατὰ τὸν Θεοδοτίωνα· ἐν τοῖς ἀναβαθμοῖς Ἄχαζ, κατ’ οὐδένα δὲ τῶν ἑρμηνευτῶν οἶκος τοῦ Ἄχαζ ἐμαρτυρήθη εἶναι ὁ τόπος, ἀλλ’ ἤτοι ὡρολόγιον ἢ ἀνάβασις, τάχα που τοῦ Ἄχαζ ταύτῃ χρωμένου τῇ εἰς τὸν περίβολον εἰσόδῳ ἔνθα προποδίσαντος κατὰ τὴν τοῦ οὐρανοῦ περιφορὰν τοῦ ἡλίου καὶ εἰς τοὐπίσω παραδόξως ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς ἐλθόντος καὶ δεύτερον δρόμον κατὰ τῶν αὐτῶν ὡρῶν διιππεύσαντος. σημεῖον μὲν ὑπῆρχε τὸ θαυμαστὸν καὶ τὸν Ἑζεκίαν ἀπὸ δυσμῶν τοῦ ἡλίου ἐπὶ δευτέραν παλινδρομῆσαι ζωήν. Διπλοῦν δ’ ἀπελάμβανε μῆκος ὡρῶν ὁ τῆς ἡμέρας ἐκείνης χρόνος, ἐπεὶ δὲ τῷ θαύματι τῆς τοῦ θεοῦ ἐπαγγελίας τυχὼν ὁ βασιλεὺς εὐχαριστήριον συντάττει λόγον. διὸ γέγραπται κατὰ τὸν Ἀκύλαν· γραφὴ Ἑζεκίου βασιλέως Ἰούδα ἐν τῷ ἀρρωστῆσαι αὐτόν. καὶ ἔζησεν ἀπὸ τῆς ἀρρωστίας αὐτοῦ, καὶ κατὰ τὸν Θεοδοτίωνα γραφὴ Ἑζεκίου βασιλέως Ἰούδα εἴρηται, παρ’ οὐδενὶ δὲ προσευχή. Διὸ λόγον εὐχαριστήριον προσήκει λέγειν τὴν παροῦσαν γραφήν, ἐν ᾗ φησιν· Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου, ἤ· ἐγὼ εἶπα ἐν τῇ πληρώσει τῶν ἡμερῶν μου κατὰ τὸν Ἀκύλαν, ἤ· ἐγὼ εἶπα ἐν τῷ ἀρρωστῆσαί με κατὰ τὸν Θεοδοτίωνα , κατὰ δὲ τὸν Σύμμαχον· ἐγὼ εἶπον ἐν τῷ κατασιγασθῆναι τὰς ἡμέρας μου· συνιδὼν γὰρ ἐμαυτὸν ταῖς τοῦ θανάτου πύλαις ἤδη λοιπὸν πλησιάζοντα ἀπέγνων καὶ ἀπήλπισα ἐμαυτοῦ τὴν ἐν ἀνθρώποις ζωήν. διὸ εἶπον· καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα, ἀλλὰ καὶ τοῦτο εἶπον παρ’ ἐμαυτῷ, ὅτι στερηθεὶς τῆς ζωῆς οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ γῆς ζώντων. κατὰ δὲ τὸν Σύμμαχον· οὐκ ὄψομαί φησι τὸν κύριον ἐπὶ γῆς ζώντων. ταῦτα δὲ εἶπον πρὸς ἐμαυτόν φησιν ἐννοῶν, μὴ ἄρα ποτὲ ἀνάξιος εἴην τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς καὶ τῆς μερίδος τῶν παρ’ αὐτῷ ζώντων, ἔνθα τὸ σωτήριον ἦν τοῦ θεοῦ· οὐ γὰρ ἠγνόει τὸ φῆσαν λόγιον ἐν Ψαλμοῖς· ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε, εὐαρεστήσω τῷ κυρίῳ ἐν χώρᾳ ζώντων , καὶ αὖθις· εὐαρεστήσω τῷ κυρίῳ ἐν φωτὶ ζώντων · χώραν οὖν ζώντων ἑτέραν εἰδὼς παρὰ τὸν ἐνεστῶτα βίον καὶ ψυχῆς ἀνάπαυσιν τὴν παρὰ τῷ θεῷ καὶ φῶς, οὐ τὸ ἐξ ἡλίου, τὸ δὲ τῶν παρὰ θεῷ ζώντων ἐπιστάμενος, εἶτα πεφροντικὼς μήποτε στερηθείη τούτων μηδὲ ἐκπέσοι τοῦ σωτηρίου τοῦ θεοῦ, ὅπερ ἦν ὁ Χριστὸς αὐτοῦ. εἰκότως ἐν ἀγῶνι καταστὰς τῶν μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου ὑπομιμνῄσκει μὲν τῆς ἑαυτοῦ θεοσεβείας τὸν θεόν· διὰ δὲ τοῦ κλαυθμοῦ μὴ ἐκπεσεῖν τῆς χώρας τῶν ζώντων κατηντιβόλει. καὶ τοῦτο δὲ ὑπερηγωνία μὴ μετὰ θάνατον οὐ μὴ ἴδῃ ἄνθρωπον θεοῦ καὶ οὐ μὴ μετὰ τῶν μακαρίων καὶ θεοφιλῶν ψυχῶν ἀναπαύσοιτο. Ἔτι καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἐλύπει τὸν Ἑζεκίαν τὸ μηδένα διάδοχον ἐκ σπέρματος ὑπάρχειν αὐτοῦ, μήπω παιδὸς αὐτῷ γενομένου, καθ’ ὃν χρόνον ταῦτα ἔλεγεν. ἐπειδὴ τοίνυν ἄπαις ἔμελλε τελευτᾶν μηδένα καταλείπων διάδοχον, ἐξ οὗ τὸ σωτήριον γενέσθαι ἀνθρώποις προσεδοκᾶτο, εἰκότως ὡς ἂν τῆς τοῦ Χριστοῦ γενέσεως τῆς ἐκ σπέρματος Δαυὶδ στερόμενος ἀπεκλαίετο , ἔλεγον δέ φησι παρ’ ἐμαυτῷ ὡς ἄρα ἐξῆλθε τὸ πνεῦμά μου καὶ ἀπῆλθεν ὥσπερ ὁ πήξας σκηνήν, ἔπειτα καταλύων σκηνήν, σκηνὴν μὲν λέγων τὸ σῶμα, ἐπεὶ καὶ ὁ θεῖος Ἀπόστολος σκῆνος ὠνόμαζεν αὐτὸ λέγων· ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, λύσιν δὲ τῆς σκηνῆς τὴν ἀπόθεσιν τοῦ σώματος, ἣν ἐποιεῖτο τὸ πνεῦμα καταλύον καὶ καταλεῖπον τὸ σῶμα. ἀλλὰ καὶ ὥσπερ ἱστὸς ἐρίθου τὸ ὕφασμα λοιπὸν ἀποτεμνούσης, οὕτω καὶ τὰ τῆς ἐμῆς ζωῆς καὶ τοῦ βίου παντὸς τὸ ὕφασμα περὶ τέλος ἤλαυνεν ἀποτεμνόμενον· ἕκαστος γοῦν τῶν ἁγίων στολὴν ὑφαίνει καὶ κόσμον τῇ ἑαυτοῦ περιτίθησι ψυχῇ διὰ τῶν αὐτοῦ πράξεων. διὸ ὥσπερ ἱστὸν ἐρίθου ἑαυτὸν ἔλεγεν, ἐγγιζούσης δὲ ἐκτεμεῖν προσετίθη διὰ τὸν ἐπιστάντα αὐτῷ θάνατον ὥς φησι· παρεδόθην ὥσπερ τινὶ ἀνθρωποβόρῳ λέοντι, ὃς τέως μὲν διὰ τῆς ἐπιτεθείσης μοι ἀρρωστίας διὰ πάσης νυκτὸς καὶ ἡμέρας συνέτριψε πάντα τὰ ὀστᾶ μου, μικροῦ δὲ δεῖν καὶ ὅλον αὐτὸν καταπίνειν με ἔμελλεν. ὅμως δ’ οὖν ἐν τούτοις γενόμενος οὐκ ἐξησθένησα οὐδὲ τοῦ θεοῦ μου ἀνεχώρησα ἀναλαβὼν δὲ ἐμαυτὸν πίστει καὶ ἐλπίδι ἀγαθῇ, κλαυθμῷ καὶ γόοις καὶ προσευχῇ παρέδωκα ἐμαυτόν. Εἶθ’ ὡς χελιδὼν ἐφώνουν ἀποδυρόμενος καὶ ὡς περιστερὰ ἐμελέτων ἀποκλαόμενος, εὐχομένου δέ μού φησιν ἐπιμόνως καὶ ἐγκειμένου τῇ πρὸς τὸν θεὸν ἱκετηρίᾳ ἐξέλιπον οἱ ὀφθαλμοί μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον. ὁ δὲ μὴ μελήσας ἐξείλετό με καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς, μονονουχὶ τὸν αὐτὸν λόγον πιστωσάμενος, ὃν ἐπήγγελται τοῖς ἁγίοις αὐτοῦ εἰπών· ἔτι λαλοῦντός σου ἐρῶ Ἰδοὺ ἐγὼ πάρειμι. Οὕτως οὖν καὶ τὴν ψυχήν μου ἐρρύσατο ἐκ θανάτου. περὶ αὐτῆς γὰρ ἀπήγγελον καὶ ὑπὲρ αὐτῆς διὰ τῆς προσευχῆς παρεκάλουν· μάλιστα γάρ μοι τῆς ψυχῆς ἔμελλεν, ὅπως μὴ ὑπὸ τοῦ θανάτου καταποθῇ, ἀλλ’ εἰσακούσας ἐξήγειράς με, ὦ κύριε, καὶ παρακληθεὶς ἔζησα, κατὰ δὲ τὸν Σύμμαχον· ἀνέθαλάς μέ φησι καὶ ἐζώωσάς με καὶ μετέβαλες τὴν πικρίαν μου εἰς εἰρήνην καὶ εἵλου τὴν ψυχήν μου ἡρπάσας αὐτὴν ἐξ αὐτῶν, ἤδη τῶν τοῦ θανάτου πυλῶν, ἵνα μὴ ἀπόληται τὴν ψυχῆς ἀπώλειαν, καὶ τοῦτ’ ἔπραξας, οὐχ ὅτι τούτων ἄξιος ἤμην ἐγώ· πολλῶν γὰρ μεστὸς ἁμαρτιῶν αὐτὸς ὑπῆρχον, ἀλλὰ τῷ σῷ ἐλέῳ καὶ τῇ σῇ φιλανθρωπίᾳ ταῦτα παρέστη. διὸ μακρὰν καὶ ὀπίσω τὰς ἐμὰς ἀπέρριψας ἁμαρτίας καὶ τούτων με κατηξίωσας ἐκ τοῦ τῆς ψυχῆς θανάτου ῥυσάμενός με, ἵνα μὴ ἀπόληται στερηθεῖσα μὲν τῆς παρά σοι χώρας τῶν ζώντων, κατασυρεῖσα δὲ ἐπὶ τὸν τοῦ ᾅδου βυθὸν καὶ ταῖς τῶν ἀσεβῶν ψυχαῖς συγκαταλεγεῖσα. οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου· χωρίον γάρ ἐστιν ἀσεβῶν τοῦτο. διὸ τὴν ψυχήν μου ἐλευθερωθεὶς ἐξ αὐτοῦ χαίρων ἀποδίδωμι τῷ θεῷ τὴν εὐχαριστίαν. ἡ δὲ χώρα τῶν παρὰ θεῷ ζώντων καὶ τοὺς αἰνοῦντας ὑποδέξεται· ἔνθα καὶ αὐτὸς λοιπὸν γενήσεσθαι πιστεύω τοῦτό μοι τῆς σῆς δωρησαμένης χάριτος. Εἰ δὲ καὶ πρότερον ἐκλελοίπει ἐκ τῆς συγγενείας μου διαδοχή, ἀλλὰ νῦν θαρσῶν τῷ σῷ ἐλέῳ πιστεύω, ὅτι ἀπὸ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, διὸ οὐ παύσομαι εὐλογῶν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. καὶ τοῦτο πράξω κατέναντι τοῦ οἴκου τοῦ θεοῦ σοὶ προσεδρεύων διὰ παντὸς καὶ ἀχώριστος γινόμενος τοῦ σοῦ ἁγιάσματος. ταῦτα μὲν ἡ τοῦ Ἑζεκίου περιεῖχε γραφή, μεθ’ ἣν ἑπτὰ διαγενομένων ἐτῶν υἱὸς αὐτῷ γίνεται Μανασσῆς. τοῦτο δὲ δῆλον ἀπὸ τοῦ πέντε καὶ δέκα μὲν ἔτη προστεθῆναι αὐτοῦ τῇ ζωῇ μετὰ τὴν ἀρρωστίαν τελευτήσαντα δ’ αὐτὸν διαδέξασθαι τὸν υἱὸν ὀκταετῆ ὄντα ὡς ἡ τῶν Ἱστοριῶν περιέχει βίβλος. Μετὰ ταῦτα ἑτέρου τινὸς ὡς οἶμαι πάθους ἐπισυμβάντος τῷ Ἑζεκίᾳ περὶ τὸ σῶμα· ἕλκος δὲ ἦν μερικόν, ὡς ἂν μὴ πάντα τις καὶ τὰ βραχύτατα παρὰ τοῦ θεοῦ αἰτοίη, συμβουλεύει ὁ προφήτης παλάθῃ ἐκ σύκων χρήσασθαι καὶ καταπλάσαι τὸ ἕλκος διδάσκων, ὡς οὐ πάμπαν ἀπόβλητα γένοιτ’ ἄν ποτε καὶ τὰ παρὰ ἀνθρώποις πρὸς θεραπείαν τοῦ σώματος ἐπινοούμενα. ἔστι δὲ ὅτε καὶ τούτοις χρηστέον ὡς καὶ τοῦ προφήτου τοῦτο πρᾶξαι παραινέσαντος. καὶ οἱ λοιποὶ δὲ πάντες ἕλκος ὠνόμασαν τὸ διὰ τῆς παλάθης θεραπευθέν, ἀλλ’ οὐχ ἕλκος ἦν τὸ πρῶτον, ἀρρωστία δὲ καὶ μαλακία πρὸς θάνατον, διὸ ἐπ’ ἐκείνης μὲν κλαυθμοὶ καὶ προσευχαὶ καὶ θεοῦ ἐπισκοπὴ παρελαμβάνοντο· ἐπὶ δὲ τοῦ μερικοῦ ἕλκους σωματικὴ θεραπεία, ἣν ὁ προφήτης ὑποβέβληκεν. ὁ δέ γε βασιλεὺς οὐ τὴν παλάθην βούλεται σημεῖον αὐτῷ θεραπείας γενέσθαι, ἀλλά· Τοῦτό φησιν ἐμοὶ σημεῖον ἔσται σωτηρίας τὸ ἀναβῆναι εἰς τὸν οἶκον τοῦ θεοῦ. ἀπαρκεῖ γάρ μοι τὸ δύνασθαι ἀνιέναι καὶ προσκυνεῖν τὸν ἐμὸν σωτῆρα, ἔνδον εἰς τὸν οἶκον αὐτοῦ παριόντα· τοῦτο γάρ μοι παντὸς ἔσται ἀγαθοῦ κρεῖττον, τὸ δὲ τοῦ ἕλκους ἀδιάφορον, εἰ μή μοι γίγνοιτο ἐμποδὼν τῆς εἰς τὸν οἶκον τοῦ θεοῦ παρόδου.

---

Eusebius Caesariensis, Commentarius in Isaiam, ed. Joseph Ziegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg019.local001/.
