# Commentarius in Isaiam 2.2.1

Eusebius, Commentarius in Isaiam, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarius-in-isaiam/2.2.1

Ἡ μὲν τῶν Ἑβδομήκοντα ἔκδοσις συνάπτει ταῦτα τῇ ἀνωτέρω κειμένῃ διανοίᾳ· προειποῦσα γάρ· Τάδε λέγει κύριος Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ, ἀκολούθως ἐπήγαγε τό· ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν· ἐπειδὴ γὰρ ταῦτα μέλλει γίγνεσθαι ἐν τῇ Ἰερουσαλήμ, εἰκότως μακαρίζει τοὺς μέλλοντας τούτων ἐν αὐτῇ ἀπολαύειν, κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐπειδὴ τὸ φησὶ κύριος τῇ ἀνωτέρῳ διανοίᾳ συνῆψαν τὰ προκείμενα ἐξ ἑτέρας ἀρχῆς ἰδιαζούσης προσηνέγκαντο. διὸ κατὰ μὲν τὸν Σύμμαχον εἴρηται· ἰδοὺ εἰς δικαιοσύνην βασιλεύσει βασιλεύς, κατὰ δὲ τὸν Ἀκύλαν· ἰδοὺ εἰς δίκαιον βασιλεύσει βασιλεύς, καὶ κατὰ τὸν Θεοδοτίωνα ὁμοίως. εἰκὸς μὲν οὖν ταῦτα Ἰουδαίων παῖδας ἀνοίσειν ἐπὶ τὸν Ζοροβάβελ, ἐκ φυλῆς μὲν Ἰούδα γενόμενον καὶ ἐκ τῆς τοῦ Δαυὶδ διαδοχῆς, ἡγησάμενον δὲ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἐπιστρεψάντων κατὰ τοὺς Κύρου τοῦ Περσῶν βασιλέως χρόνους. καὶ ἄρχοντας δὲ μετὰ κρίσεως ἄρξειν εἴποιεν ἂν τοὺς ἅμα τῷ Ζοροβάβελ εἶναι Ἰησοῦν, δηλαδὴ τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ ὅσοι ἄλλοι κατὰ τούτους ἐγνωρίζοντο. τὰ δ’ ἑξῆς ἐπιφερόμενα οὐχ ἡγοῦμαι δύνασθαι αὐτοὺς ἀποσώσειν, λέγω δὲ τό· καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ καὶ τὰ τούτοις ἐπισυνημμένα, ἃ οὐκ ἄν τις ἔχοι τέλους τυχόντα τοὺς χρόνους ἀποδεῖξαι τοῦ Ζοροβάβελ. διόπερ ὡσανεὶ πληρωθείσης τῆς προφητείας τῆς περὶ τῶν εἰς Αἴγυπτον κατεληλυθότων ἐπὶ τῶν Ἰερεμίου χρόνων ἑτέρας ὑποθέσεως ἁπτόμενος ὁ λόγος ἐξ ἑτέρας ἀρχῆς θεσπίζει τὰ περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ τοῦ θεοῦ· μόνος γὰρ αὐτὸς ἐν ἀνθρώποις δίκαιος ἀνεφάνη βασιλεύς. καὶ οἱ ἀπόστολοι δὲ αὐτοῦ μετὰ κρίσεως τοῦ ἑαυτῶν βασιλέως τῆς ἐκκλησίας αὐτοῦ καθηγήσαντο. καὶ ἔχει λόγον μετὰ τὸ περιγράψαι τὴν προφητείαν τὴν περὶ τῶν εἰς Αἴγυπτον ἐπὶ Ἰερεμίου κατεληλυθότων καὶ μετὰ τὸ θεσπίσαι τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν ἀνανέωσιν τῆς Ἰερουσαλήμ, τήν τε κατάστασιν τοῦ λαοῦ τὴν μέλλουσαν ἔσεσθαι ἐπὶ τῆς Ἰουδαίας χώρας, ἑξῆς καὶ ἀκολούθως τὴν περὶ τοῦ Χριστοῦ προφητείαν ἐπάγεσθαι καὶ αὐτὸν εἶναι τὸν προφητευόμενον καὶ τὰ δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις προξενηθέντα ἀγαθά. ὥσπερ δὲ προεφήτευε τὴν μετὰ πλεῖστα ἔτη γενησομένην εἰς Αἴγυπτον κάθοδον τῶν κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου καὶ τὴν μετὰ ταῦτα τῆς αἰχμαλωσίας ἐπάνοδον γεγενημένην, οὕτως οὐδὲν ἦν θαυμαστὸν προφῆσαι αὐτὸν καὶ ἔτι μᾶλλον μακροῖς ὕστερον χρόνοις γενησόμενα ἐπὶ τῆς τοῦ Χριστοῦ παρουσίας, ὃν βασιλέα δίκαιον καλεῖν εἰς δικαιοσύνην βασιλεύοντα κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. ἐπειδὴ διὰ τοῦ εὐαγγελίου αὐτοῦ δικαιοσύνη θεοῦ πεφανέρωται ὡς μὴ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ Ἕλλησι καὶ τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἀνθρώποις τὴν τοῦ θεοῦ γνῶσιν κηρύττεσθαι, ἐβασίλευσε τοίνυν εἰς δικαιοσύνην ὁ Χριστὸς τοῦ θεοῦ καινήν τινα ταύτην τὴν βασιλείαν· οὐ γὰρ εἰς ἀνθρωπίνην ἀξίαν ἀποβλέπων οὐδὲ εἰς τιμὴν καὶ δόξαν τὴν παρὰ ἀνθρώποις τὴν βασιλείαν ἐπανῄρητο, ἀλλ’ εἰς δικαιοσύνην· ὥσπερ οὖν καὶ οἱ ἄρχοντες αὐτοῦ οὐκ ἐν ἀξιώμασι κοσμικοῖς προαχθέντες ἦρχον, ἀλλ’ εἰς κρίσιν. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· καὶ ἄρχοντες εἰς κρίμα ἄρξουσιν. ἀντὶ δὲ τοῦ· καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ ὁ Σύμμαχος· καὶ ἔσται φησὶν ἀνὴρ ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ σκέπη λαίλαπος. ποῖος οὖν ὁ ἄνθρωπος ἔσται ἀλλ’ ἢ ὁ ἀνωτέρω δίκαιος ὠνομασμένος; αὐτὸς γὰρ οὗτος ἔσται ἀνήρ, οὐκ ὢν τῇ φύσει ἀνήρ, ἀλλὰ κρείττων ἢ κατὰ ἀνθρώπου φύσιν· πλὴν ἔσται ἄνθρωπος ἐπικρύπτων αὐτοῦ τὴν θεότητα. διὸ κατὰ μὲν τὸν Σύμμαχον ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ σκέπη λαίλαπος εἴρηται, κατὰ δὲ τὸν Ἀκύλαν· ὡς κρύπτων πνεῦμα καὶ ἀποκρυφὴ ἐντινάγματος. ὁρᾷς ὡς κρύφιον τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ παρίστησιν ὁ λόγος, κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἐπειδὴ πάντα ἃ ἐλάλει ἐν παραβολαῖς ὁμιλεῖ. διὰ τοῦτο λέλεκται· κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀπὸ ὕδατος φερομένου· ὕδωρ γὰρ φερόμενον ἦν καὶ ἀπολλύμενον τὸ πλῆθος τοῦ Ἰουδαίων λαοῦ· διὸ καὶ ἀπέκρυπτεν αὐτὸν ἐξ αὐτῶν καὶ τοὺς λόγους αὐτοῦ ἀπ’ ἐκείνων μὲν ἐκάλυπτε, τοῖς δὲ αὐτοῦ μαθηταῖς ἐφανέρου. διό φησιν ἔσεσθαι αὐτὸν ἐμφανῆ τῇ ἐκκλησίᾳ αὐτοῦ ἐπιφέρων ἑξῆς καὶ λέγων· καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμός. τίς δὲ φανήσεται ἢ αὐτὸς δίκαιος ὁ βασιλεύς; αὐτὸς γὰρ φανήσεται ὡς ποταμὸς φερόμενος ἔνδοξος. τίς δέ ἐστιν ἡ Σιὼν αὕτη ἢ ἡ τὸν ἀπ’ ἐκείνων κρυπτόμενον ἐμφανῶς παραδεξομένη; οἷόν τινα μέγαν ποταμὸν διδάσκει λέγων· ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. ἡ γὰρ πάλαι ἔρημος καὶ διψῶσα γῆ ἡ ἐξ ἐθνῶν ἐκκλησία αὕτη ἐστὶν ἡ Σιών, ἐν ᾗ φησιν οὐκέτι ἔσονται πεποιθότες ἐπ’ ἀνθρώποις, ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ οὐκ ἀμαυρωθήσονται οἱ ὀφθαλμοὶ τῶν ὁρώντων δηλῶν τοὺς ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ὡς βλέπειν καὶ νοεῖν τὸν ἐμφανῆ γενόμενον αὐτοῖς ποταμόν, δηλαδὴ τὸν μονογενῆ τοῦ θεοῦ λόγον, περὶ οὗ εἴρηται· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων, καί· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ. διὸ καὶ αὐτὸς ἐδίδασκε λέγων ὁ σωτήρ· ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τούτοις ἐπιλέγει ἑξῆς· καὶ τὰ ὦτα ἀκούειν δώσουσι. καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, ἀνθ’ οὗ ὁ Σύμμαχός φησι· καρδία δὲ ἀνοήτων συνήσει γνῶναι. ὁρᾷς ὅπως τοῖς πάλαι ἀνοήτοις τὴν σύνεσιν τοῦ δικαίου βασιλέως τοῦ ἀποκρύψαντος αὐτὸν ἀπὸ ἑτέρων ἐπαγγέλλεται. καὶ γλῶσσαι δέ φησιν αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην, κατὰ δὲ τὸν Σύμμαχον· γλῶσσα δὲ τραυλῶν ταχυνεῖ λαλεῖν τρανά. Σιὼν τοίνυν ἡ καὶ γῆ διψῶσα ἡ πάλαι ἔρημος εἴη ἂν ἡ ἐκκλησία καὶ καρδία ἀσθενούντων καὶ γλῶσσαι τραυλίζουσαι αἱ τῶν πάλαι τὸν θεὸν μὴ νοούντων μηδὲ ὀρθὰ λαλούντων ἐθνῶν, οἷς ἐπαγγέλλεται τὴν ἐπὶ τὰ κρείττω μεταβολήν. Τούτοις ἐπιλέγει· καὶ οὐκέτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν· ὥσπερ οὖν πρότερον ἐποίουν, ὅτε τοῖς ὡς ἀληθῶς μωροῖς διδασκάλοις αὐτῶν ἐπέτρεπον τὰς ἑαυτῶν ψυχάς, ἦσαν δὲ οὗτοι οἱ σοφοὶ τοῦ αἰῶνος τούτου ὧν ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν. ἀλλὰ πάλαι μὲν τούτῳ τῷ διὰ μωρίαν ἀθέῳ καὶ πολυθέῳ διδασκάλῳ ἐπέτρεπον τὴν ἑαυτῶν ἀρχήν, νυνὶ δὲ ὁ λόγος οὐκέτι φησὶν ἐροῦσι τῷ μωρῷ ἄρχειν. ἀντὶ δὲ τοῦ· καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα, ὁ Σύμμαχος· οὐδὲ τῷ δολίῳ ῥηθήσεταί φησι σωτήρ· πάντες γάρ που οἱ πάλαι ἄρχοντες μωροὶ ὄντες οὐκ ἐπέτρεπον τοῖς βουλομένοις τι μανθάνειν καὶ περὶ ἀληθείας ἐρωτᾶν. διὸ κατὰ τοὺς Ἑβδομήκοντα εἴρηται· καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα, ὁ γὰρ μωρὸς μωρὰ λαλήσει. τοιοῦτος δὲ ἦν ἀληθῶς πᾶς ὁ τὴν σοφίαν ἐπαγγελλόμενος τοῦ αἰῶνος τούτου. καὶ ἡ καρδία δὲ αὐτοῦ μάταια ἐνόει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν, τοῦ διαστρέψαι ψυχὰς πεινώσας, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τοῦ κόψαι ἢ ἐκκόψαι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. Ταῦτα γὰρ πάντα πάλαι ἔπραττον οἱ πάλαι μωροὶ ἄρχοντες τῶν ἀνθρώπων καὶ τῆς βουλῆς αὐτῶν πονηρᾶς οὔσης ἄνομα ἐβουλεύοντο εἰς τὸ καταφθεῖραι τοῖς αὐτῶν λόγοις τοὺς τὰς ψυχὰς ταπεινούς, ἢ κατὰ τὸν Σύμμαχον· εἰς τὸ καταφθεῖραι πραεῖς ἐν λαλιαῖς ψευδέσιν καὶ ὑπὲρ τοῦ διασκεδάσαι λόγους ταπεινῶν. καὶ γὰρ εἴ πού τις μέτριος καὶ ταπεινὸς ὀρθὸν περὶ ἀληθείας προεφέρετο λόγον, τοῦτον ἠφάνιζον διασκεδαννύντες. ταῦτα μὲν πάλαι πρότερον οὐκέτι δὲ ἔσεσθαι ταῦτά φησιν ἐν τῇ καινῇ Σιών. οὐ γὰρ εἴπωσι τῷ μωρῷ ἄρχειν, οὐδὲ τῷ δολίῳ ῥηθήσεται σωτήρ, ἀλλ’ οἱ εὐσεβεῖς συνετά φησιν ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεῖ, κατὰ δὲ τὸν Σύμμαχον μετὰ τὴν κατὰ τῶν μωρῶν ἀρχόντων διήγησιν ἐπιλέγεται· ἄρχων δὲ ἀρχοντικὰ βουλεύσεται καὶ ἡγεμὼν ἀναστήσεται. δι’ ὧν σημαίνονται οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἷς εἰς τὴν ἀρχὴν τῆς ἐκκλησίας αὐτοῦ καὶ τὸ ἡγεῖσθαι αὐτῆς ὁ δίκαιος δεδώρηται βασιλεύς. διὸ εἴρηται ἐξ αὐτοῦ προσώπου· σὺ δέ, ἄνθρωπε, ἡγεμών μου καὶ γνωστέ μου. ἐπιτηρῆσαι δὲ ἄξιον ὡς ἐν ταῖς ἐπαγγελίαις ταύταις οὐδαμοῦ Ἰσραὴλ ὠνόμασται οὐδὲ ὁ πολλάκις ὠνομασμένος Ἰούδας οὐδὲ Ἰακὼβ διὰ τὸ τὴν προφητείαν περὶ τοῦ Χριστοῦ εἶναι καὶ περὶ τῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ ἐκ τῆς τῶν ἀρρένων ἐπιστρεφόντων πλάνης. εἰκότως οὖν κατὰ τοὺς Ἑβδομήκοντα ἐν ἀρχῇ τῆς περικοπῆς ὁ λόγος ἐμακάριζε τοὺς ἔχοντας ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ, ταύτῃ δῆλον δ’ ὅτι τῇ καινῇ Σιὼν καὶ τῇ νέᾳ Χριστοῦ Ἰερουσαλήμ, ἐν ᾗ τὸ σπέρμα τῶν πάλαι μακαρίων ἀνδρῶν ἐξανθῆσαν, ἐκαρποφόρησεν ὡς τὴν σύμπασαν οἰκουμένην τῆς ἐξ αὐτῶν εὐλογίας πληρωθῆναι. διὸ περὶ αὐτῶν οἱ πάλαι τοῦ θεοῦ μακάριοι προφῆται θεσπίζοντες ἔλεγον· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. ἀλλ’ οὐ γεγόνασιν οἱ ταῦτα λέγοντες ἄσποροι καὶ ἄγονοι καὶ ἄκαρποι ὡς Σόδομα καὶ ὡς Γόμορρα· διὸ μακαρίζονται ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τοιαῦτα σπέρματα τοιούτους οἰκείους κτησάμενοι. διὸ εἴρηται· Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ. πολλαχοῦ δὲ τῆς προκειμένης προφητείας εὑρήσεις προϊὼν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τοῦτον χρηματίζουσαν τὸν τρόπον.

---

Eusebius Caesariensis, Commentarius in Isaiam, ed. Joseph Ziegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg019.local001/.
