# Commentarius in Isaiam 2.38.1

Eusebius, Commentarius in Isaiam, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarius-in-isaiam/2.38.1

Τὴν κατὰ τοῦ Ἰουδαίων λαοῦ κατηγορίαν καὶ τὸν ἔλεγχον τῆς κατὰ τοῦ Χριστοῦ δυσσεβείας αὐτῶν, τά τε διαδεξάμενα αὐτοὺς κακά, ἐφ’ οἷς κατ’ αὐτοῦ τετολμήκασι, διελθών, εἶτα τῆς πάλαι ἐρήμου ἐκκλησίας τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν θεσπίσας καὶ ὡς ἔσται παράδεισος θεοῦ ἐν αὐτῇ καὶ ὡς ἀγαλλίαμα καὶ εὐφροσύνην εὑρήσουσιν οἱ ἐν αὐτῇ, ἐξομολόγησίν τε καὶ φωνὴν αἰνέσεως. ταῦτα προφήσας σφόδρα ἀκολούθως εἰς ὑπακοὴν τῶν ἑαυτοῦ λόγων ἀνακαλεῖται οὐκέτι τὸ Ἰουδαίων ἔθνος τὸ συνήθως ὀνομαζόμενον Ἰσραήλ, ἀλλὰ σαφῶς τὸν ἐξ ἐθνῶν συστάντα αὐτῷ λαὸν καὶ τοὺς τῶν ἐθνῶν βασιλεῖς αὐτοῖς ῥήμασι λέγων· ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. λαὸν δὲ αὐτοῦ ἐν τούτοις οὐχ οὕτω τις γένοιτ’ ἂν ἠλίθιος ὡς νομίσαι δηλοῦσθαι ἐκεῖνον πρὸς ὃν ἐλέγετο· ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, ἀλλ’ ὁ παρὼν λαὸς ἐξ ἐθνῶν χάριτι θεοῦ σεσῳσμένος εἴη ἄν. τοῦτο τοιγαροῦν καὶ διὰ τῶν μετὰ χεῖρας προσφωνεῖ λέγων· ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου. ἀλλὰ καὶ τοὺς βασιλεῖς προσέχειν τοῖς λεγομένοις βούλεται τοὺς τῶν ἐθνῶν ἄρχοντας ἢ καὶ τὰς βασιλείας τῆς γῆς· δηλῶν ἐστι γὰρ ὅτε τὰς βασιλείας τοῦτον ὀνομάζει τὸν τρόπον. τούτοις κατάλληλον διδασκαλίαν ἐκτίθεται λέγων· ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, ὃ δὴ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ὁμοίως ἐκδεδώκασιν. ἔδει γὰρ καινῷ λαῷ τῷ ἐξ ἐθνῶν συστησομένῳ καὶ νόμον δοθῆναι καινόν· ὁ γὰρ διὰ Μωσέως δοθεὶς ἀκατάλληλος ἦν τῇ τῶν ἐθνῶν πολιτείᾳ πᾶσαν περιγράφων τὴν σωματικὴν θρησκείαν εἰς ἕνα τόπον τὸν ἐν Ἱεροσολύμοις· διόπερ ἀναγκαίως αἰνιττόμενος τὴν καινὴν διαθήκην καὶ τὸ εὐαγγελικὸν κήρυγμα φάσκει· ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν, πάλιν κἀνταῦθα φῶς τοῖς ἔθνεσιν ὑπισχνούμενος, οὐ μὴν τῷ Ἰσραήλ. ἀντὶ δὲ τοῦ· καὶ ἡ κρίσις μου, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ τὸ κρίμα μου ἐκδεδώκασι· κέκρικα γάρ φησι, καὶ κρίμα παρ’ ἐμοῦ ὥρισται τὸ γενέσθαι τοῖς ἔθνεσιν εἰς φῶς τὸν ἐμὸν τοῦτον νόμον καὶ τὸ ἐμὸν κρίμα. Καὶ ταῦτά φησιν οὐ μακράν ποτε ἔσται, ἐγγίζει δὲ ταχὺ ἡ δικαιοσύνη μου, κατὰ δὲ τὸν Σύμμαχον· ἐξαίφνης ταχυνῶ· ἐγγὺς ἡ δικαιοσύνη· δικαιοσύνης γὰρ πεπλήρωτο ἡ πᾶσι τοῖς ἔθνεσιν ἐξ ἴσου δωρηθεῖσα χάρις. τοῦτο δὲ ἦν ὁ Χριστὸς τοῦ θεοῦ, ὃν λαβὼν ἐν ἀγκάλαις ὁ Συμεὼν ἀναγέγραπται εἰρηκώς· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου καὶ τὰ ἑξῆς, τὴν θεότητα τοῦ λόγου σημαινούσης τῆς προφητείας. ὡς γὰρ τὴν ἀνθρωπότητα ἐδήλου διὰ τοῦ σωτηρίου, οὕτως καὶ τὴν θεότητα τοῦτον ᾐνίξατο τὸν τρόπον. μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι φησὶν· οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ διωχθήσονται καὶ ὀνειδισθήσονται καὶ φαυλισθήσονται ὑπὸ ἀνθρώπων, διωγμούς τε παντοίους καὶ πειρασμοὺς ὑπομενοῦσι. ὅθεν καὶ περιφράττων αὐτοὺς ἐντεῦθεν ἤδη παραγγέλλει λέγων· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Χρὴ δὲ μᾶλλον ὁρᾶν φησιν ἐπὶ τὸ διαδεξόμενον αὐτοὺς τέλος. ὃ δὴ καὶ ὑπογράφει λέγων· ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός, οὕτω δηλαδὴ καὶ οὗτοι φθορᾷ καὶ ἀπωλείᾳ παραδοθήσονται. ὅθεν οὐδὲν δεῖ φοβεῖσθαι, θαρσεῖν δὲ τῷ ἑαυτῶν σωτῆρι, ὃν προεδίδαξεν ἀθάνατον καὶ ἀγήρω καὶ διαρκῆ καὶ σωτήριον ὑπάρχειν. καὶ αὖθις δευτεροῖ τὴν θεολογίαν ἐπισφραγιζόμενος διὰ τῶν μετὰ χεῖρας φάσκων· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.

---

Eusebius Caesariensis, Commentarius in Isaiam, ed. Joseph Ziegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg019.local001/.
