Ancient Greek · ~2 min
Chapter 10
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 10.3
Not analysed yet
καὶ εἰσὶν ἀξιόπιστοι λέγοντες. εἰ γὰρ ἐπιπνοίῳ θείᾳ μετἐρχονται τὴν ποιητικήν, πιστεύειν αὐτοῖς καὶ πείθεσθαι προσήκει περὶ ὦν λέγουσιν ἐνθουσιάζοντες· λέγουσι δὲ παθήματα θεῶν τε καὶ δαιμόνων. τὰ ἄρα παθήματα τούτων πάντως ἀληθείας ἐφῆπται. ἀλλ’ ἐρεῖ τις ἐξεῖναι ποιηταῖς ψεύδεσθαι· θέλγειν γὰρ τὰς τὰρ τὰς τῶν ἀκουόντων ψυχὰς ἴδιον εῑναι ποιητικῆς, τὸ δ’ ἀληθὲς εῖναι, ἡνίκα ἄν τὰ λεγόμενα μὴ ἄλλως ἔχῃ ἤ ὡς λέγεται.