Ancient Greek · ~6 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 11.1
Not analysed yet
Οὐκοῦν εἴ τίς ἐστιν ἀνάζιος χρηστοῦ βίου σύνοιδέν τε ἐαυτῷ πλημμελῶς καὶ ἀτάχτως τὸν βίον βεβιωκότι, ἐὰν μετάθηται καὶ πρὸς τὸ θεῖον ἀπίδῃ τῷ τῆς ψυχῆς ὄμματι καθαρθεὶς καὶ ἀλλότριος γενόμενος τῆς πάλαι κακίστης διαίτης θεραπείας τε τυχὼν τῆς ἐκ θεοῦ, εἰς τὸν πάντα αἰῶνα ζήσεται. εὐχαριστεῖν δὲ προσήκει διὰ τοῦτο τῷ ἐκεῖνον τε σύσαντι καὶ σώζοντι πάντας θεῷ. σώζοιντο δ’ ἄν εὐμαρέστερον, εἰ μετὰ καθαρᾶς πίστεως τῆν θεραπείαν τῆς ψυχῆς δέχοιντο καὶ μὴ ἐπαμφοτερίζοιεν, ὤσπερ οἱ ποτὲ μὲν καταπιστεύοντες ἐαυτοῦς τοῖς ἰάμασι ποτὲ δὲ ἀποτρέχοντες, ἀλλὰ καρτερικῶς τε καὶ γενναίως ὑφιστάμενοι τὸ δικαιοσύνης καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἄκος. ἡμεῖς γοῦν κατὰ τὸ δυνατὸν ἁμιλλώμεθα τοὺς ἀμυητοῦς τῶν τοιούτων λόγων ἐλπίδος ἀγαθῆς ἐμπλῆσαι, βοηθὸν ἡμῖν πρὸς τὸ ἐπιτήδευμα προσκαλεσάμενοι τὸν θεόν· οὐδὲ γὰρ μέτριον ἔργον τὰς διανοίας τῶν ὑπηκόων ἡμῖν, εἰ μὲν ἀγαθαὶ τυγχάνοιεν οὖσαι, προτρέψασθαι ἐπὶ τὴν θεοδέβειαν εἰ δὲ καχαὶ καὶ ἀγνώμονες, εἰς τοὐναντίον μεταγαγεῖν, ἀντὶ ἀχρήστων χρησίμους ἐπιτελοῦντας. τούτοις γοῦν αὐτοῖς τε χαίρων τοῖς ἐπιτηδεήμασιν ἀγαθοῦ τ’ ἀνδρὸς ἔργον εἶναι νομίζων ὔμνεῖν τὸν σωτῆρα, ἀποπέμπομαι πάνθ’ ἄσα ἡ χείρων τῆς τύχης κατάστασις ἀλόγως ἐπέσχηψεν ἀγνοίας συμπτώματι, μεγίστην σωτηρίαν ἡγησάμενος τὴν μεταμέλειαν· ηὺζάμην δ’ ἄν πάλαι τήνδε μοι τὴν ἀποκάλυψφιν δεδωρῆσθαι, εἴ που μακάριος ὁ ἐκ νέων σθσταιεὶς καὶ τῇ γνώσεει τῶν θείων καὶ τῷς ἀρετῆς κάλλει κατευφρανθείς. καὶ ταῦτα μὲν ἡμῖν μετρίως εἰρήσθω· εἰ γὰρ καὶ μὴ ἀπὸ πρώτης τῆς ἡλικίας μηδ’ ἐκ σπαργάνων, ὡς φασίν, οἱ χρηστοὶ τῶν ἀνθρώπων σοφοὶ γίγνονται, ἀλλ’ ὅμως ἀγαπητόν, εἰ κἄν ἐν τῇ τῆς ἀκμῆς ἡ λικίᾳ τὴν σοφίαν εὐτυχῶσιν.