Ancient Greek · ~2 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 11.9
Not analysed yet
καὶ τὸ μὲν προϋπάρχειν αὐτὸν ἱκανῶς οἶμαι δεδήλωται. πῶς δ’ εἰς ἀνθρώπους καὶ γῆν κατῆλθεν; ἡ μὲν προαίρεσις τῆς καθόδου, καθὼς οἱ προφῆται προεθέσπισάν, κηδεμονία τῶν ὅλων ἐστίν· ἀνάγκη γὰρ τὸν δημιουργὸν τῶν ἔργν αὐτοῦ κήδεσθαι. ἐπεὶ δὲ δὴ σώματικοσμικῷ πλησιάζειν ἔν τε γῇ χρονίζειν ἔμελλεν, τῆς χρείας τοῦτο ἀπαιτούσης νόξην τινὰ γένεσιν ἑαυτοῦ ἐμηχανήσατο· χωρὶς γάρ τοι γάμου σύλληψις, καὶ ἁγνῆς παρθενίας εἰλείθυια ,καὶ αἰωνίου φύσεως ἀρχὴ χρόνιος καὶ νοητῆν καὶ τὰ λοιπὰ τοῦ φάσματος· αἰγλήεσσα περιστερὰ ἐκ τῆς Νῶε λάρνακος ἀποπταμένη ἐπὶ τοῦς τῆς παρθένου κόλπους κατῆρεν.