Ancient Greek
Chapter 16
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 16.2
Not analysed yet
τοιγάρτοι καρπὸς ἄραντο τὸν προςήκοντα τῇ τοιαύτῃ θρησκείᾳ Μέμφις καὶ Βαβυλών, ἐρημωθεῖσαι καὶ ἀοίκητοι καταλείφθεῖσαι μετὰ τῶν πατρῴων θεῶν. καὶ ταῦτα οὐκ ἐξ ἀκοῆς λέγω, ἀλλ’ αὐτός τε παρὼν καὶ ἱστορήσας ἐπόπτης τε γενόμενος τῆς οἰκτρᾶς τῶν πόλεων τύχης. Μέμφις ἔρημος, ἐν ᾗ Μωϋσῆς κατὰ τὴν θείαν πρόσταξιν τὴν τοῦ δυνατωτάτου τότε Φαραῶνος ὑπεροψίαν κατέθραυσε, τόν τε στρατὸν αὐτοῦ πολλῶν καὶ μεγίστων ἐθνῶν νικηφόρον πεφραγμένως τε καθωπλισμένον οὐ βελῶν τοξεύμασιν οὐδ’ ἀκοντίων ῥιπαῖς μόνῃ δ’ ὁσίᾳ προσευχῇ καὶ ἡμέρῳ λιτανείᾳ καθεῖλεν.