Ancient Greek · ~3 min
Chapter 17
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 17.3
Not analysed yet
ὄνομα δ’ ἐκείνῳ Ναβουχοδονόσορ ἦν, οὗ πάσης τῆς γενεᾶς ἀξαλειφθείσης ἡ σεμνὴ καὶ ὑπερμεγέθης ἐκείνη δύναμις πρὸς τοὺς Πέρσας διῆλθε. διαβόητος γὰρ ἦν καὶ ἄχρι νῦν ἐστὶν ὁ πλοῦτος τοῦ τυράννου, καὶ ἡ ἄκαιρος περὶ τὴν μὴ δέουσαν θρησκείαν ἐπιμέλεια, μετάλλων τε παντοδαπῶν εἰς τὴν τῶν θεῶν κατασκευὴν δαψίλεια καὶ ναῶν οὐρανομήκη ὑψώματα, φρικτοί τε καὶ πρὸς ὠμότητα οἱ τῆς θρησκείας συντεθέντες νόμοι· ὧν πάντων ὁ Δανιὴλ καταφρονήσας διὰ τὴν ἂχραντον πρὸς τὸν ὂντως θεὸν εὐσέβειαν, τὴν ἂκαιρον τοῦ τυράννου σπουδὴν μεγάλου τινὸς κακοῦ ἐσομένην αἰτίαν ἐμαντεύετο. ἀλλ’ οὐκ ἔπειθε τὸν τύραννον· ὁ γὰρ ἂφθονος πλοῦτος ἐμπόδιον πρὸς τὸ καλῶς φρονεῖν ὑπάρχει. τέλος γοῦν τὸ ἂγριον τῆς ἑαυτοῦ διανοίας ὁ δυνάστης ἑξέφηνε, θηρςὶν ἀγρίοις διαλυμανθῆναι τὸν δίκαιον κελεύσας.