Ancient Greek · ~3 min
Chapter 17
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 17.6
Not analysed yet
γνωσθέντων δὲ τούτων τῷ Καμβύσῃ (οὐδὲ γὰρ δυνατὸν ἦν τοσαύτης οὕτω τε θείας δυνάμεως κατορθώματα ἐπισκιάζεσθαι), ὑπερεκπέπληκτο μὲν αὐτὸς τῷ θαύματι τῶν ἀγγελλομένων, μετεγίνωσκε δὲ ἐπὶ τῷ πεισθῆναι ταῖς διαβολαῖς τῶν ΄μάγων εὐχερῶς· ὅμως γοῦν ἐτόλμησε τῆς θέας ἐκείνης ἐπόπτης γενέσθαι καὶ ἰδεῖν τὸν ἄνδρα ἑκατέρας τῆς χειρὸς ὑψώματι τὸν Χριστὸν ὑμνοῦντα, τοὺς δὲ λέοντας ὑποβεβλημένους καὶ οἱονεὶ τὰ ἴχνη τοῦ ἀνδρὸς προσκυνοῦντας, καὶ παραχῆμα τοὺς ἀναπείσαντας αὐτὸν μάγους τῇ αὐτῇ ζημίᾳ κατέδκρινε, καθεῖρξέ τε τῇ τῶν λεόντων αὐλῇ τοὺς μάγους, οἱ δὲ θῆρες οι τὸν μικρῷ πρόσθεν κολακεύσαντες ἐπεφοίτων τοῖς μάγοις καὶ πάντας αὐτοὺς κατὰ τὴν ἑαυτῶν φύσιν ἐλυμήναντο.