Ancient Greek · ~2 min
Chapter 20
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 20.3
Not analysed yet
τούτων οὐδὲν ἀληθέστερον οὐδὲ τῆς τοῦ σωτήρος ἀρετῆς οἰκειό- Τερον εἴποι τις ἔν· αὐτὰ γὰρ τὰ τοῦ θεοῦ σπάργανα, πνεύματος ἁγίου δύναμις, εὐώδη τινὰ ἄνθη νεολαίᾳ ὥπασε γέννᾳ. ὁ δὲ ὄφις ἀπόλλυται, καὶ ὁ ἰὸς τοῦ ὄφεως ἐκείνου, ὅς τοὺς πρωτοπλάστους Πρῶτος ἐξηπάτα, παράγων τὰς διανοιάς αὐτῶν ἀπὸ τῆς ἐμφύτου σωφροςύνης ἐπὶ τὴν τῶν ἠδονῶν ἀπόλαυσιν, ὅπως γνοῖεν τὸν ἐπηρτημένον αὐτοῖς ὄλεθρον.