Ancient Greek
Chapter 22
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 22.2
Not analysed yet
ἐρῶ δέ τι ἴσως οὐκ ἄσχημον οὐδὲ ἀπρεπές. ὑπερβάλλων μέντοι μανίᾳ καὶ ὠμότητι προκεκήρυκτό σοί ποτε, ὦ θεοσέβεια, καὶ πάσαις ταῖς ἁγιωτάταις σου ἐκκληςίαις ὑπὸ τυράννων πόλεμος ἄσπονδος, καὶ οὐκ ἐπέλειψάν τινες τῶν ἐν τῇ Ῥώμῃ τηλικούτοις ἐπιχαίροντες δημοςίοις κακοῖς, παρεσκεύαστο δὲ καὶ πεδίον τῇ μάχῃ. σὺ δὲ προσελθοῦσα ἐπέδωκας σεαυτὴν ἐπερειδομένη τῇ πρὸς θεὸν πίστει· θνητὼν δὲ δυσσεβῶν ὠμότης δίκην πυρὸς ἀκαταπαύστως ἐπινεμησαμένη θαυμαστὴν καὶ διὰ παντὸς ἀοἰδιμον εὐδοξίαν προσῆψέ σοι· σέβας γὰρ διὰ ταῦτα εἶχε τοὺς θεωμένους,