Ancient Greek
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 3.4
Not analysed yet
θῶμεν δὴ λογίοις καὶ χρησμοῖς Ἡμῖν ἀποκεκρίσθαι, μὴ εἶναι δὲ τῆς ἑαυτῶν ἐξουσίας ἄλλῳ τε ταῦτα ἀνήκειν θεῷ· τίς οὖν ἔλεος, ποία δὲ θεοῦ εἰς ἄνθρωπον πρόνοια; εἰ μὴ ἄρα βιαίως ὁ φιλανθρωπότερον πρὸς τὸν μηδεμίαν ἔχοντα σχέσιν διατεθεὶς ἐπεκούρησεν. ὀργὴ δὲ καὶ στάσις καὶ ὄνειδος, ὡς μὴ ἰδιοπραγούντων μηδ’ἀρκουμένων τοῖς ἐπιβάλλουσι διὰ πλεονεξίαν, καὶ τὸ τελευταῖον ἡ πάντων σύγχυσις ἐπηκολούθησεν ἄν.