Ancient Greek · ~2 min
Chapter 9
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 9.1
Not analysed yet
Διὸ χρὴ τοῖς δυνατοῖς ἐγχειρεῖν καὶ τοῖς κατὰ τὴν ἡμετέραν φύσιν. τὸ γάρ τοι πιθανὸν τῶν ἐν τοῖς διαλόγοις γινομένων ζητήσεων ἀπάγει τὸ πλεῖστον ἡμῶν ἀπὸ τῆς τῶν ὄντων ἀληθείας, ὃ δὴ καὶ πολλοῖς τῶν φιλοσόφων συμβέβηκεν ἀδολεσχοῦσι περὶ τοὺς λόφους καὶ τὴν τῆς φύσεως τῶν ὄντων ἐξέτασιν. ὁσάκις γὰρ ἄν τὸ μέγεθος τῶν πραγμάτων τῆς ἐξετάσεως αὐτῶν ἐπικρατήσῃ, διαστρόφοις τισὶ μεθόδοις τὸ ἀληθὲς ἀποκρύπτονται· συμβαίνει δὴ αὐτοῖς ἐναντία δοξάζειν καὶ μάχεσθαι τοῖς ἀλλήλων δόγμασι, καὶ ταῦτα σοφοῖς εἶναι προσποιουμένοις.