Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.12
Not analysed yet
αὐτόθεν πως τὴν ἁγίαν καὶ μακαρίαν καὶ μυστικὴν τριάδα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς σωτήριον ἐλπίδα διὰ τῆς ἐν Χριστῷ ἀναγεννήσεως ἡ τοῦ θεοῦ ἐκκλησία παραλαβοῦσα φυλάττει. καὶ τοῦτ’ ἦν τὸ εὐαγγέλιον, ὃ μὴ θεμιτὸν εἶναι μετατίθεσθαι εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο ὁ μέγας ἀπόστολος εἰσέτι δεῦρο Γαλάταις μαρτύρεται, διὰ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς βοῶν κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω· πόρρωθεν, ὡς εἰκός, μηδ’ ἐπισκόποις μηδ’ ἄρχουσιν μηδὲ διδασκάλοις προσέχειν, εἰ τὸν ἀληθῆ τῆς πίστεως διαστρέφοι τις αὐτῶν λόγον, διαστελλόμενος.