Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.14
Not analysed yet
ὡς γὰρ ἐκεῖνος τὴν πολύθεον καὶ Ἑλληνικὴν ἀπεδοκίμαζεν πλάνην ἑνὸς θεοῦ ὁμολογίᾳ, οὕτως καὶ τῆς ἐκκλησίας ἡ ἐξαίρετος περὶ υἱοῦ γνῶσις κρεῖττόν τι καὶ πλέον τι προὐξένει, τὸν αὐτὸν θεὸν πατέρα εἰδέναι μονογενοῦς υἱοῦ διδάσκουσα, ἀληθῶς υἱοῦ ὄντος καὶ ζῶντος καὶ ὑφεστῶτος. ὡς γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ αὐτὸς λέγων ἐδίδασκεν ὁ μονογενὴς τοῦ θεοῦ,