# Contra Marcellum 1.16-2-18

Eusebius, Contra Marcellum, 1.16 to 1.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/1.16-2

καὶ τοῦτο δὲ ἀθεωρήτως δοκεῖ μοι τεθεικέναι ὁ Μάρκελλος, λέγω δὲ τὸ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων πρὸ αὐτοῦ ἐγεγέρθαι. οὐ γὰρ προσέσχεν ὄλῃ τῇ τοῦ εὐαγγελίου γραφῇ διδασκούσῃ, ὅτι μετὰ τὴν ἔγερσιν αὐτοῦ τὰ τῶν ἁγίων ἐγήγερται σώματα. εὕροις δ’ ἂν αὐτὸν σφαλλόμενον καὶ ἐν τῇ τοῦ ἀποστολικοῦ ῥητοῦ ἐκθέσει. ὁ μὲν γὰρ θεῖος ἀπόστολος Ῥωμαίοις γράφων τάδε φησὶν ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης. ὁ δέ. οὐκ οἶδα ποίᾳ διανοίᾳ, κἀνταῦθα διαστρέφει τὴν ἀποστολικὴν λέξιν. ἀντὶ τοῦ ὁρισθέντος ποιήσας προορισθέντος, ἵν’ ᾗ ὅμοιος τοῖς κατὰ πρόγνωσιν προορισθεῖσιν.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
