Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.16-3
Not analysed yet
ὅτι δὲ τοῦθ’ οὕτως ἔχει μαρτυρεῖ μὲν ἡμῖν ἱκανῶς ἡ δογματικὴ τῶν ἰατρῶν τέχνη, μαρτυρεῖ δὲ καὶ τὰ τῶν φιλοσόφων καλούμενα δόγματα· ὅτι δὲ καὶ τὰ συγκλήτῳ δόξαντα ἔτι καὶ νῦν δόγματα συγκλήτου λέγεται, οὐδένα ἀγνοεῖν οἶμαι. καὶ ταῦτα δὲ ὁ Μάρκελλος, ἀμνημονήσας τῆς ἀποστολικῆς φωνῆς ἥ φησιν περὶ τοῦ σωτῆρος τὸν νόμον τῶν ἐντολῶν τοῖς δόγμασιν καταργήσας, προήχθη εἰπεῖν, ἀλλὰ καὶ μέμφεται τῷ δεῖν ἕπεσθαι τοῖς πατράσιν, τῆς θείας φασκούσης γραφῆς ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι·