# Contra Marcellum 1.17-3

Eusebius, Contra Marcellum, ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/1.17-3

τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσίν σοι καὶ μὴ μέταιρε ὅρια αἰώνια ἅ ἔθεντο οἱ πατέρες σου. εἶτ’ ἀγανακτῶν ὅτι Παυλῖνον μακάριον ἀπεκάλεσεν, ὁμοῦ τε κακῶς Εὐσεβίου πάλιν μνημονεύων, οὕτω γράφει συνηγορῆσαι γὰρ βουληθεὶς τῷ τὴν ἐπιστολὴν κακῶς γράψαντι Εὐσεβίῳ, πρῶτον μὲν οὐ διδασκαλικῶς ἀναπτύξας, ἔφη, τὸ δόγμα τὴν ἐπιστολὴν συνέταξεν, οὐ γὰρ πρὸς τὴν ἐκκλησίαν οὐδὲ πρὸς τοὺς ἀγνοοῦντας ἐγίγνετο τὸ γράμμα ἀλλὰ πρὸς τὸν μακάριον Παυλῖνον, μακάριον αὐτὸν διὰ τοῦτο εἰπών, ὅτι τὴν αὐτὴν εἶχεν Ἀστερίῳ δόξαν. οὐκοῦν ἐπειδήπερ τοὺς σοφωτάτους πατέρας Ἀστερίου μεμαθήκαμεν, ἀκόλουθον ἡγοῦμαι λέγειν καὶ τὸν Παυλίνου τε καὶ τῶν ἄλλων γενόμενον διδάσκαλον.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
