# Contra Marcellum 1.17

Eusebius, Contra Marcellum, ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/1.17

εἰ δὲ μὴ Ἰουδαίων ἀλλ’ ἐπισκόπων τις ταύτην εἰσαγάγοι τὴν δόξαν, λόγον αὐτὸν μόνον διδοὺς ἡνωμένον τῷ θεῷ τοῦτον εἶναι ἀίδιον καὶ ἀγέννητον ἕν τε εἶναι καὶ ταὐτὸν τῷ θεῷ, ὀνόμασιν μὲν διαφόροις πατρὸς καὶ υἱοῦ χρηματίζοντα οὐσίᾳ δὲ καὶ ὑποστάσει ἓν ὄντα, πῶς οὐ δῆλος ἂν γένοιτο τὸν μὲν Σαβέλλιον ὑποδυόμενος, τῆς δ’ ἐν Χριστῷ γνώσεώς τε καὶ χάριτος ἠλλοτριωμένος; οὐδὲ γὰρ ζητεῖν οὐδ’ ἀμφιβάλλειν οὐδ’ ἐρωτᾶν αὐτοῖς. εἰ ἦν καὶ προῆν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τῆς ἐκκλησίας ἐπιτρέποι ἂν θεσμός· ὁμολογουμένῃ δὲ καὶ ἀναμφιβόλῳ πίστει σὺν πολλῷ θάρρει καὶ παρρησίᾳ διδάσκει τὸν θεὸν πατέρα εἶναι υἱοῦ τοῦ μονογενοῦς ὁμολογεῖν, καὶ μήτε τὸν πατέρα υἱὸν εἶναι ἢ τὸν υἱὸν πατέρα νομίζειν· ἀλλὰ τὸν μὲν ἀγένητον καὶ ἀίδιον καὶ ἄναρχον καὶ πρῶτον καὶ μόνον πατέρα σέβειν, τὸν δὲ ἐκ τοῦ πατρὸς γεννηθῆναι καὶ ὑποστῆναι καὶ μόνον υἱὸν μονογενῆ εἶναι πιστεύειν, θεόν τε αὐτὸν ὡς ἀληθῶς υἱὸν ὄντα θεοῦ γνωρίζειν.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
