Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.18-3
Not analysed yet
ἀπὸ γὰρ τῆς Παυλίνου ἐπιστολῆς ὁ κἀκείνου διδάσκαλος γεγονὼς εὔδηλος γένοιτ’ ἂν ἡμῖν. καὶ μεταξύ τινα εἰπὼν τὸν αὐτὸν αὖθις διαβάλλει ὡς οὐκ ὀρθῶς ἀποδεξάμενον τὸν Ὠριγένη, λέγων οὕτως οὐκ εὐαγγελικῆς ὑπομιμνήσκων διδασκαλίας ταῦτ’ ἔγραψεν Παυλῖνος, ὁμολογῶν δὲ ἐνίους μὲν ἀφ’ ἑαυτῶν οὕτω κινεῖσθαι, ἐνίους δὲ ἐκ τῶν ἀναγνωσμάτων τῶν προειρημένων ἀνδρῶν τοῦτον ἦχθαι τὸν τρόπον.