# Contra Marcellum 1.18

Eusebius, Contra Marcellum, ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/1.18

εἰ δὴ οὖν τούτοις μὲν ἀντιλέγων τις φαίνοιτο, λόγον δὲ θεοῦ ὁμοίως τῷ ἐν ἀνθρώποις τοῦτον ὁρίζοιτο, πῶς οὐκ ἂν ἐλέγχοιτο οὐκ ἐννοῶν οὐδὲ λογιζόμενος ὡς οὐδὲν χρὴ θνητὸν οὐδὲ ἀνθρώπινον τῷ ἐπέκεινα τῶν ὅλων ἀνατιθέναι θεῷ, οὐδ’ ὅλως τι τῶν εἰς ἡμετέραν ἐνθύμησιν ἀνιόντων, κἂν αἱ θεῖαι γραφαί, ὥσπερ τινὰς νηπίους παιδαγωγοῦσαι τοὺς ἐντυγχάνοντας, ἀνθρωπικώτερον περὶ αὐτοῦ διαλέγωνται, χεῖρας αὐτῷ καὶ πόδας καὶ ὀφθαλμοὺς καὶ φωνὰς καὶ λόγους καὶ στόμα καὶ πρόσωπον καὶ μυρία ἄλλα τοιαῦτα περιάπτουσαι· ἃ δὴ προσήκει μεταφέρειν ἐπὶ θεοπρεπεῖς ἐννοίας, οὐδὲν θνητὸν οὐδ’ ἀνθρώπινον ἐν τῷ θεῷ εἶναι φανταζομένους· πνεῦμα γὰρ ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, αὐτὸς ἐδίδαξεν ὁ σωτήρ.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
