Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.20
Not analysed yet
εἰ γάρ τι ἄλλο ὃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη τοιαῦτ’ εἶναι ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ὁ θεῖος ἐδίδαξεν ἀπόστολος, τούτων ἀπάντων αὐτὸς ὁ τούτων δοτὴρ ἀρρήτων ἂν εἴη ἀρρητότερος, ὡς πολλῷ μᾶλλον ἀληθέστερον φάναι ἂν ἐν τῇ περὶ αὐτοῦ θεολογίᾳ ὀφθαλμὸν μὴ ἑωρακέναι μηδὲ οὖς ἀκηκοέναι μηδὲ ἐπὶ καρδίαν ἀνθρώπων ἀναβεβηκέναι τῆς περὶ αὐτοῦ καταλήψεως τὴν γνῶσιν.