Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.22
Not analysed yet
εἰ δὴ οὖν τούτοις μὲν ἀντιφθέγγοιτό τις καὶ μὴ τὸν υἱόν, ᾧ πάντα παρέδωκεν ὁ πατήρ. ὑφεστάναι λέγειν τολμῴη, λόγον δὲ αὐτὸν ὁρίζοιτο μόνον ὅμοιον τῷ ἐν ἀνθρώποις, ποτὲ μὲν ἐν τῷ θεῷ ἡσυχάζοντα ὁμοίως τῷ παρ’ ἡμῖν σιωπῶντι. ποτὲ δὲ ἐνεργοῦντα τῷ παρ’ ἡμῖν ἐν τῷ λαλεῖν φθεγγομένῳ παραπλησίως, εἶτα τοῦτον αὐτὸν καιρῷ τινι οὐδ’ ὅλων ἐτῶν ἔμπροσθεν τετρακοσίων σάρκα φήσαι (οὐκ οἶδ’ ὅπως) ἀνειληφέναι καὶ δι’ αὐτῆς τὴν κατὰ ἄνθρωπον οἰκονομίαν τετελεκέναι, καὶ τότε υἱὸν θεοῦ γεγονέναι καὶ Ἰησοῦν Χριστὸν χρηματίσαι βασιλέα τε ἀνηγορεῦσθαι εἰκόνα τε θεοῦ τοῦ ἀοράτου, καὶ πρωτότοκον πάσης κτίσεως μὴ ὄντα πρότερόν ποτε ἀποδεδεῖχθαι· εἶτ’ ἐπὶ τῇ τοσαύτῃ ἀτοπίᾳ μηδ’ ἐξ οὑπερ ὑπέθετο χρόνου τὴν εἰς ἄπειρον καὶ ἀτελεύτητον ζωήν τε καὶ βασιλείαν τῷ Χριστῷ διδούς, τέλος δὲ αὐτῷ μηδ’ αἴσιον ἐπάγοι μηδ’ οἷον τοῖς δι’ αὐτοῦ τῶν ἐπαγγελιῶν καταξιωθησομένοις ὧν αὐτὸς ὁ σωτὴρ ἐπήγγελται, ζωὴν αἰώνιον καὶ ἀφθαρσίαν ἀθανασίαν τε καὶ βασιλείαν οὐρανῶν τοῖς ἀγαπῶσιν αὐτὸν ὑποσχόμενος·