# Contra Marcellum 1.23-2-28

Eusebius, Contra Marcellum, 1.23 to 1.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/1.23-2

προϊὼν δ’ αὖθις ὁ αὐτὸς εἰσάγει τὸν σωτῆρα λέγοντα ἐγώ εἰμι ἡ ἡμέρα, ὧδέ πη φάσκων σκότους γὰρ ὄντος πρότερον διὰ τὴν τῆς θεοσεβείας ἄγνοιαν, τῆς δὲ ἡμέρας φαίνεσθαι μελλούσης (ἐγὼ γάρ εἰμι φησὶν ἡ ἡμέρα) εἰκότως τὸν ἀστέρα ἑωσφόρον ὀνομάζει. καὶ ἐν ἑτέρῳ τόπῳ φησὶν ἐπειδὴ τὴν μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα. καὶ αὖθις προϊὼν τοῦ ἀποστόλου τίθησιν τὸ ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν. καὶ τί με δεῖ μηκύνειν, παρὸν τῷ βουλομένῳ ἐκ τῶν εἰρημένων τὰ παραπλήσια ἐκ τοῦ παντὸς συγγράμματος ἀναλέγεσθαι καὶ τὸ εὐχερὲς τοῦ ἀνδρὸς ἐποπτεύειν. ἐξ ἧς εὐχερείας ἀκούσει αὐτοῦ τὸν Σολομῶνα προφήτην ἀποκαλοῦντος πολλάκις καὶ τὰς Παροιμίας προφητείας ὀνομάζοντος· ὥσπερ οὖν ἐν οἷς φησιν τούτου γὰρ χάριν ὁ ἁγιώτατος προφήτης Σολομὼν δέξασθαί τε στροφὰς λόγων ἔφη, καὶ πάλιν ῥήσεις τε σοφῶν καὶ αἰνίγματα τὴν παροιμίαν προφητείαν ὀνομάζει, καὶ αὖθις διό μοι δοκεῖ ὁ σοφώτατος οὗτος προφήτης καὶ τὰ πρῶτα ῥήματα τῆς προφητείας παροιμιωδῶς εἰρηκέναι. καὶ δεύτερον δὲ καὶ τρίτον καὶ πολλάκις, ὡς ἔφην, τοῦτο ποιεῖ, ἀγνοῶν ὅτι διαιρέσεις χαρισμάτων εἰσὶν εἰ καὶ τὸ αὐτὸ πνεῦμα καὶ ἄλλῳ μὲν δίδοται λόγος σοφίας κατὰ τὸν ἀπόστολον. ἄλλῳ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ προφητείαι. διόπερ ὁ Σολομὼν σοφίας μὲν εἰληφὼς χάρισμα μεμαρτύρηται· καὶ ἔδωκεν γὰρ κύριος τῷ Σολομῶνι σοφίαν , ὡς ἡ γραφή φησιν. καὶ ἐσοφίσθη ὑπὲρ πάντας ἀνθρώπους· οὕτε δὲ τὸν βίον προφητικὸν ἐσχηκὼς οὕτε τὸν τῆς προφητείας χαρακτῆρα, τὸν ἀπὸ τοῦ τάδε λέγει κύριος τῶν τε ὁμοιοτρόπων γνωριζόμενον, διὰ τῶν οἰκείων ἐμφαίνει λόγων.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
