# Contra Marcellum 1.23

Eusebius, Contra Marcellum, ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/1.23

τηνικαῦτα δὲ κατὰ τὴν προσδοκωμένην τούτων ἐλπίδα τοῖς μὲν ἄλλοις ἅπασιν τὰ τῆς βασιλείας εἰς ἀτελεύτητον διαρκέσειν αἰῶνα φάσκοι, μόνῳ δὲ αὐτῷ τῷ Χριστῷ τούτων ἁπάντων ἀθρόαν γενήσεσθαι στέρησιν, παυθησομένης μὲν αὐτοῦ τῆς βασιλείας, τῆς δὲ σαρκὸς ἧς ἀνείληφεν καταλειφθησομένης ἐρήμου, αὐτοῦ δὲ τοῦ προόντος ἐν θεῷ λόγου ἀφοριζομένου μὲν τοῦ σώματος (κἂν ἀθάνατον τοῦτο καὶ ἄφθαρτον ᾖ) τῷ δὲ θεῶ συναφθησομένου, ὡς ἕν καὶ ταὐτὸν πάλιν τῷ θεῷ γενήσεσθαι καθὰ καὶ πρότερον ἦν· τίς ἂν λείποιτο τούτῳ δυσσεβείας ὑπερβολή;

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
