Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.26-2
Not analysed yet
οἱ πεπιστευκότες καὶ πεπεισμένοι ,τοῦτο τὸ ῥητὸν οὕτως εἰρημένον εὕροις ἂν ἐν τῷ Γοργίᾳ Πλάτωνος. οὔτ’ εἰ ἐφέρετο, ἤνεγκεν ἂν διαβολὴν Ὠριγένει φάντι· οἱ πεπιστευκότες ἢ καὶ πεπεισμένοι, καὶ συνάψαντι ἑξῆς· τὴν χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγονέναι καὶ Χριστὸν εἶναι τὴν ἀλήθειαν κατὰ τὸ εἰρημένον ὑπ’ αὐτοῦ· ἐγώ εἰμι ἡ ἀλήθεια. ποία γὰρ πρὸς ταῦτα κοινωνία γένοιτ’ ἄν ποτε Πλάτωνι;