Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγγραμμα ἔγραψεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.29
Not analysed yet
ὃ δὴ καὶ ἐν ἑτέροις ἐδήλου λέγων εἷς γὰρ ὁ θεός· εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. ἀλλ’ ὅτε μὲν θεοῦ καὶ ἀνθρώπων μεσίτην αὐτὸν ὠνόμαζεν, εἰκότως ἄνθρωπον αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ἐκάλει· ὅτε δὲ οὐ μεσίτην θεοῦ καὶ ἀνθρώπων, ἀλλὰ θεοῦ καὶ ἀγγέλων τὸν αὐτὸν εἰσῆγεν, οὐκέτ’ ἄνθρωπον ὠνόμαζεν, μόνον δὲ μεσίτην φησίν, τὸν νόμον διατετάχθαι εἰπὼν δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου,