# Contra Marcellum 1.30-31

Eusebius, Contra Marcellum, 1.30 to 1.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/1.30

διαιρέσει τε ἀναγκαίως τὸ τοῦ μεσίτου ὄνομα διασαφῶν ἐν τῷ λέγειν ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν. οὔτε ἄρα ὁ θεὸς εἴη ἂν ὁ μεσίτης (τίνος γὰρ καὶ γένοιτ’ ἂν μεσίτης;) οὕτε ὁ μεσίτης αὐτὸς αὐτὸς ἂν εἴη ὁ θεός· ὁ γὰρ μεσίτης ἑνὸς οὐκ ἔστιν. δυεῖν δ’ ἄρα μέσος ἕστηκεν. τίνων τούτων, διασαφεῖ ἀγγέλους ὀνομάζων καὶ τὸν θεόν· ὧν μέσον ὄντα τὸν υἱὸν τοῦ θεοῦ ἐκ τὸν νόμον χειρὶ μὲν ἰδίᾳ εἰληφέναι φησὶν παρὰ τοῦ πατρός, δι’ ἀγγέλων δὲ τῷ πρώτῳ διατεταχέναι λαῷ. ἦν ἄρα ἐξ ἐκείνου ὁ υἱὸς μεσίτης θεοῦ τε καὶ ἀγγέλων, πρὶν ἢ γενέσθαι μεσίτης θεοῦ καὶ ἀνθρώπων.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
