Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.32-2
Not analysed yet
εἰ δὲ τοῦ θεοῦ τοῦ ἀοράτου ὄντος ἀόρατον εἶναι καὶ τὸν λόγον συμβαίνει, πῶς εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ λόγος καθ’ ἑαυτὸν εἶναι δύναται, καὶ αὐτὸς ἀόρατος ὤν; καὶ προϊὼν αὖθις λοιδορεῖ, λέγων οὕτως πῶς οὖν οἱ πλήρεις δόλου καὶ ῥᾳδιουργίας, ἀποστολικῶς εἰπεῖν, μεταφέρουσιν τὸ ῥητὸν εἰς τὴν πρώτην αὐτοῦ, ὡς οἴονται, κτίσιν, καὶ ταῦτα τοῦ Δαυὶδ περὶ τῆς κατὰ σάρκα αὐτοῦ γενέσεως σαφῶς εἰρηκότος;