# Contra Marcellum 1.34-35

Eusebius, Contra Marcellum, 1.34 to 1.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/1.34

τί δέ, εἰ μηδὲν τούτων, ἢ θεοῦ μονογενὴς υἱός, νῦν μὲν ἀνθρώπων καὶ θεοῦ μεσίτης γεγονώς, πρόπαλαι δὲ ἐπὶ Μωσέως θεοῦ καὶ ἀγγέλων μεσίτης ὑπάρχων; ταῦτα δὲ αὐτοῖς γράφων, ὧδέ πη παραδιδοὺς λέγει ὁ μέγας ἀπόστολος ὁ νόμος διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν. εἷς οὖν ἔστιν ὁ θεός, καὶ εἷς μεσίτης θεοῦ τε καὶ τῶν γενητῶν πάντων, οὐ νῦν ἀρξάμενος τῆς σωτηρίου μεσιτείας, ἀλλὰ καὶ πρὸ τῆς εἰς ἀνθρώπους αὐτοῦ θεοφανείας, ὥσπερ οὖν ὁ λόγος ἀπέδειξεν.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
