Ancient Greek
1.52 to 1.53
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 1.52-53
Not analysed yet
τοῦ δὲ σωτῆρος ἡμῶν τοῦ εἰρηκότος ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεόν. καὶ μεθ’ ἕτερα προστίθησιν λέγων ἐπεὶ πόθεν ἡμῖν ἐκ τῶν θείων δυνήσονται δεῖξαι ῥητῶν, ὅτι εἷς μὲν ἀγέννητος, εἷς δὲ γεννητὸς οὕτως, ὡς αὐτοὶ γεγεννῆσθαι αὐτὸν πεπιστεύκασιν, οὔτε προφητῶν οὕτε εὐαγγελιστῶν ἢ ἀποστόλων τοῦτ’ εἰρηκότων; εἶθ’, ὥσπερ ἐν ἄθλοις ἀπογραψάμενος ὁμοῦ πρὸς ἅπαντας διαπληκτίσασθαι, μεταβαίνει ἐπὶ τὸν Νάρκισσον καί φησιν ὥστε κἂν ἐκεῖνό τις λέγῃ, κατασκευάζων πρῶτον εἶναι θεὸν καὶ δεύτερον, ὡς Νάρκισσος αὐταῖς λέξεσιν γέγραφεν