# Contra Marcellum 1.56-58

Eusebius, Contra Marcellum, 1.56 to 1.58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/1.56

ὡς γὰρ ἐκ παλαιᾶς τινος ὠδῖνος μεγίστην ἀποκυῆσαι βουλόμενος βλασφημίαν, ἐξέχεεν ἀπὸ τοῦ ἰδίου θησαυροῦ κατὰ τὴν τοῦ σωτῆρος ῥῆσιν τὸ πονηρόν. ἄνθρωπον γὰρ μόνον τὸν σωτῆρα δεῖξαι βουλόμενος, ὡς μέγιστον ἡμῖν ἀπόρρητον τοῦ ἀποστόλου ἀνακαλύπτων μυστήριον, οὕτως ἔφη· διὸ σαφέστατα καὶ ὁ θεῖος ἀπόστολος τὴν ἀπόρρητον ἡμῖν καὶ μυστικὴν παραδιδοὺς θεολογίαν βοᾷ καὶ κέκραγεν εἷς ὁ θεός, εἶτα μετὰ τὸν ἕνα θεόν φησιν εῖς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς. εἰ τοίνυν ἄνθρωπον αὐτὸν εἶναί φησιν τῇ κατὰ σάρκα αὐτοῦ μόνῃ προσέχων οἰκονομίᾳ, πάντως κἀκεῖνο συνομολογεῖ, τὸ μηδὲ ἔχειν ἐλπίδα ἐπ’ αὐτόν. ἐπικατάρατος; γὰρ ἄνθρωπος ὁ προφήτης Ἱερεμίας ἔφη ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
