# Contra Marcellum 1.59

Eusebius, Contra Marcellum, ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Book 1, ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/1.59

ὁρᾶς ὅπως ἡ κακία τυφλώττει. τότε γοῦν αὐτὸς μαρτυρήσας θεὸν ὁμολογοῦντι τὸν υἱόν, μεμψάμενός τε ἐπὶ τούτῳ ὡς θεὸν οὐσίᾳ καὶ δυνάμει ὑφεστῶτα τὸν τοῦ θεοῦ λόγον εἰσάγοντι, νῦν τὸν αὐτὸν συκοφαντεῖ ὡς ψιλὸν ἄνθρωπον λέγοντα εἶναι τὸν Χριστόν, προφανῶς καταψευδόμενος ἔν τε οἷς εἴρηκεν καὶ ἐν οἷς ἑξῆς ἐπάγει αὐθις περὶ αὐτοῦ λέγων ἀλλ’ ὁ προειρημένος, βραχέα τῶν ἁγίων προφητῶν φροντίσας, ὡς ἀπόρρητόν τινα καὶ λανθάνουσαν τοῦ ἀποστόλου θεολογίαν ἐξηχούμενος, εἷς θεὸς; ἔφη εῖς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
