# Contra Marcellum 1.64-66

Eusebius, Contra Marcellum, 1.64 to 1.66. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/1.64

αὐτίκα γοῦν συκοφαντεῖ τὸν Εὐσέβιον ἐκ τοῦ προφανοῦς, ὡς ψιλὸν ἄνθρωπον τὸν Χριστὸν εἰρηκότα, ἐπειδὴ τῆς ἀποστολικῆς φωνῆς ἐν τῇ ἑαυτοῦ ἐπιστολῇ τὴν παράθεσιν πεποίηται, δι’ ἧς αὐτὸς εἶπεν ὁ ἀπόστολος εἷς γὰρ ὁ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς. ταύτην μὲν οὖν τὴν ἀποστολικὴν λέξιν ὡσανεὶ Εὐσεβίου οὖσαν, διαβέβληκεν μὴ συνιεὶς ὁ σοφώτατος ὅτι τὸν ἀπόστολον διέβαλλεν· τὰς δ’ αὐτοῦ φωνὰς τὰς ἐν τῇ αὐτῇ φερομένας ἐπιστολῇ, τάς τε ἐν τοῖς λοιποῖς αὐτοῦ συγγράμμασιν τοῖς εἰς τὰς θείας γραφὰς πεπονημένοις, ἃ δὴ κατὰ πάντα τόπον διαδέδοται, σιωπῇ παραδέδωκεν, κρύψας τῇ σιωπῇ ἃ μὴ ἦν συκοφαντεῖν. τὸ ὅμοιον δ’ ἂν εὕροι τις αὐτὸν πεποιηκότα καὶ ἐπὶ τῶν λοιπῶν ὧν διαβέβληκεν γραμμάτων. ἃ δή, λόγου συμμετρίας φειδόμενοι, τοῖς ἐθέλουσιν τὴν τούτων ἀκριβῆ ποιεῖσθαι διάγνωσιν παραχωρήσομεν, σπεύδοντες αὐτοὶ τὴν αὐτοῦ Μαρκέλλου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ξενοφωνίαν ἤδη λοιπὸν ἀποκαλύψαι, ὡς ἂν φανερὸν γένοιτο τοῖς πᾶσιν ὅπως αὐτὸς ἐφρόνει περὶ τοῦ υἱοῦ τοῦ θεοῦ.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
