# Contra Marcellum 13-17

Eusebius, Contra Marcellum, 13 to 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/13

θεοῦ, συγκληρονόμοι δὲ τοῦ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν. καὶ πάλιν εἰ δὲ ἀπεθάνομεν φησὶν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύσει, καὶ αὖθις τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. οὐκοῦν ἡ αἰώνιος ζωὴ οὐκ ἄλλως ἡμῖν πορισθήσεται ἢ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· καὶ ἡ ἐλπὶς ἡμῶν οὐχ ἁπλῶς ζῆσαι, ἀλλὰ σὺν αὐτῷ δοξασθῆναι καὶ σὺν αὐτῷ κληρονομῆσαι καὶ σὺν αὐτῷ βασιλεῦσαι· πάντα γὰρ ἡμῖν ἐκ τῆς αὐτοῦ κοινωνίας ὑπάρξει. ὃ διδάσκει ὁ αὐτὸς φήσας πιστὸς ὁ θεός, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. τίς δ’ ἡ κοινωνία, παρίστησιν καὶ συνήγειρεν λέγων καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. ὁ δ’ αὐτὸς καὶ ταῦτα περὶ τοῦ σωτῆρος ἐδίδασκεν φάσκων ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσιόντας δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. οὐ μὴν ἀλλὰ καὶ τὸν Μελχισεδὲκ εἰς τὸ διηνεκὲς ἱερέα μένειν ἔλεγεν διὰ τὸ ἀφωμοιωμένον εἶναι τῷ υἱῷ τοῦ θεοὺ. ἀλλ’ ὅτι μὲν τούτοις ἅπασιν Μάρκελλος τἀναντία γράφειν ἐτόλμα μικρὸν ὕστερον παρατεθήσεται, νυνὶ δὲ ὅπως ἐφρόνει περὶ τοῦ μηδὲ τὴν ἀρχὴν εἶναι μηδ’ ὑφεστάναι τὸν τοῦ θεοῦ υἱὸν θεασώμεθα πρότερον.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
